1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

153

ἀρκεῖσθαι, τὸ φιλάλληλον ἔχειν, τὸ αὐτόνομον ἀποστρέφεσθαι, τὸ κοινωνικὸν ἀσπάζεσθαι, τὸ μηδὲν περὶ βίου σπεύδειν, τὸ πάσαις χρᾶσθαι τροφαῖς, μηδὲν τῶν βεβήλων ἔχοντας, τὸ γυναιξὶ ξυνοικεῖν πλείσταις καὶ ταύταις προσανατιθέναι τὸν τῶν ἀναγκαίων προσπορισμόν, ὡς ἅμα μὲν τὸ γένος πληθύ νεσθαι, ἅμα δ' ἔχειν καὶ ὧν δέοιντο, τὸ μηδὲν τῶν καθ' ὑπόστασιν κτημάτων προσκτᾶσθαι, μηδ' ἐμμένειν κτίσμασιν οἴκων, ἀλλὰ μεταβαίνειν καὶ μετα φοιτᾶν πρὸς τὸ χρήσιμον, κἂν χρεία τροφῆς εἴη τῳ, ἢ ὀϊστῷ χρωμένους θηρᾶν ἢ καί, τὸν ἵππον ἐκκεντοῦντας, ἐκροφᾶν αἵματος, εἰ δέ τῳ καὶ στεγανωτέρας προσδέοι τροφῆς, ἐγκάτῳ οἰὸς τὸ αἷμα συγκλείοντας, ὑπὸ τὴν ἐφεστρίδα τιθέναι, ὡς ἐντεῦθεν μικρὸν συσταθὲν ἐκ τῆς ἐκεῖθεν θερμότητος, δεῖπνον προστίθεσθαι, κἄν τί που ῥάκος ἐντυχών τις εὕροι, ἐπιρράπτειν τῇ ἀμπεχόνῃ, κἂν οἷον ἐκεῖνο καὶ ᾖ, κἂν ἡ ἀμπεχόνη μὴ δέοιτοὁ δὲ σκοπός, ὡς ἂν καὶ ἄνευ χρείας τοῦτο ποιοῦντες, ἐπὶ τῆς χρείας ποιεῖν ἀναγκαζόμενοι, μὴ αἰσχύνοιντο τοῖς παλαιοῖς τὰ νέα προσεπεμβάλλοντες, καὶ οὕτως αὐτοὺς μὲν ἐν ἀνέσει παντοίᾳ ζῆν, σάριτταν καὶ ἐφεστρίδα καὶ ἔνδυμα καὶ αὐτὴν ζωὴν παρὰ τῶν τῆς γυναικωνίτιδος ἔχοντας, αὐτοὺς δὲ πολεμοῦντας τὰ τῶν ἄλλων ἔχειν, μηδὲν πολυπραγμονήσαντας. Ταῦτα τὰ τοῦ νομοθέτου Τζιγκίσκανινῦν γὰρ ἀνεμνήσθην τοὔνομαπαραγγέλματα ἐν ἀσφαλεῖ ἔχοντες, ἀλήθειάν τε ἐν λόγοις ἀσκοῦσι καὶ δικαιοσύνην ἐν πράξεσι, τὸ μὲν ἐλευθερίᾳ προσῆκον ψυχῆς, τὸ δ' εὐθύτητι γνώμης, ὡς ἀνεξαπάτητον μὲν εἶναι οἷς ἂν ἀκούοι τις ἑτέρου λέγοντος, ἀνεπιβούλευτον δὲ οἷς πράττοι ἂν πρὸς ἐκεῖνον ἕτερος. Ἀλλὰ Νογᾶν μὲν κηδεύσας ὁ βασιλεὺς τηνικάδε, τὸν ἐκείνων ἄρχοντα, πέμπων οὐκ ἀνίει πλεῖστα, ὅσα τε πρὸς ἐνδυμάτων χρῆσιν καὶ ὅσα πρὸς τροφῶν ποικιλίαν, πρὸς δὲ καὶ ἀνθοσμιῶν οἴνων ὅλας πιθάκνας φιλοτιμούμε νος. Ὁ δὲ τὰ μὲν εἰς βρῶσιν καὶ πόσιν μαθὼν ἠγάπα λαμβάνων καὶ χρυσὸν δὲ καὶ ἄργυρον ἐν ἐκπώμασι προσεδέχετο· τὰ δὲ ποικίλα ἢ πρὸς καλύπτρας ἢ πρὸς ἐνδύματαἐφιλοτιμεῖτο γὰρ καὶ ταῦτα προσαποστέλλων ὁ βασι λεύςἁφώμενος ταῖς χερσίν, ἀνηρώτα τὸν διακομισάμενον εἰ χρησιμεύοι 449 πρὸς κεφαλὴν ἐπὶ τῷ ἄπονον εἶναι καὶ ἀνάλγητον ἡ καλύπτρα, εἰ ὁ ἐπανεσπαρμένος μάργαρος ἀμύνειν ἔχοι ταύτῃ τὰς ἀστραπάς, εἰ εἰς βροντῶν κτύπους, ὥστε μὴ ἐμβρόντητον γίνεσθαι τὸν φοροῦντα, ὁ λίθος συναίροιτο, εἰ τὰ πολυτελῆ αὖθις ἐνδύματα εἰς ἀπονίαν μελῶν συλλαμβάνοι. Εἰ μὲν οὐκ ἔλεγον, παρερρίπτει, ἢ καὶ ἐνδυθεὶς ἐπ' ὀλίγον, ὅσον τὰς φιλίας ἀφο σιώσασθαι, ἀπεκδυόμενος παραυτίκα, μετελάμβανε κυνῆν ἢ προβατῆν τὴν συνήθη καὶ φορῶν ἐκυδροῦτο πλέον ἢ ὅσον ταῖς πολυτελέσι στολαῖς. Ὡσαύτως καὶ ἐπὶ ταῖς καλύπτραις ἐποίει, τὰ πρὸς χρῆσιν ἀναγκαῖα τῶν περιττῶν, κἂν ἦν τῶν πολυτελῶν, ἀνθαιρούμενος. Εἰ δ' ἐκεῖνος πλαττόμενος ὄνησιν φέρειν ἔλεγε τῷ φοροῦντι τὸ κτέρας τὴν οἱανοῦν τε καὶ ὁπουδήποτε, εὐθὺς πιστεύων ἐφόρει, οὐ λίθοις οὐδὲ μαργάροις, ἀλλ' ὠφελείᾳ προσέχων. Τοῦτον τοιγαροῦν ἔχων ὁ βασιλεὺς ἕτοιμον τοῦ Κωνσταντίνου καταδρα μεῖσθαι καὶ τὴν ἐκείνου σκυλεύειν χώραν, εἰ τοῖς τοῦ βασιλέως ἐκεῖνος ἐπίοι, οὐ Μεσεμβρείας μόνον στερρῶς ἀντείχετο καὶ τῆς Ἀγχιάλου, ἀλλὰ καὶ Σωζόπολιν καὶ Ἀγαθούπολιν καὶ Κανστρίτζιον καὶ ἄλλ' ἄττα φρούρια, ἅπερ οἱ τοῦ βασιλέως ἐπισκευασάμενοι προσεκτῶντο τῷ βασιλεῖ, καὶ λίαν ἐν χεροῖν εἶχε, μηδὲ φρουρίου σκιὰν προϊέμενος. Μεσέμβρειαν γὰρ καὶ ἐκ δικαίου πάλαι ποτ' εἶχε, λαβὼν παρὰ τοῦ Μυτζῆ.

εʹ. Τὰ περὶ τοῦ Μυτζῆ καὶ ὅπως δέδωκε βασιλεῖ τὴν Μεσέμβρειαν. Ὁ δὲ Μυτζῆς οὗτος, ἵν' ἐπαναλαβὼν εὐμαθέστερον διηγήσωμαι, γαμβρὸς μὲν ἧν ἐπὶ θυγατρὶ τῷ Ἀσάν, σύγγαμβρος δὲ Θεοδώρου τοῦ Λάσκαρι. Ἀσὰν δ' οὗτος ἦν ὃν λόγος καὶ Ἰωάννῃ συνελθεῖν τῷ ∆ούκᾳ καὶ βασιλεῖ καί γε σὺν ἐκείνῳ τὰ κατὰ δύσιν ἐπιδραμεῖν, φιλοκαλίας πάσης ἔχοντα δείγματα. Ὡς γοῦν ἐκεῖνος ἐτελεύτα καὶ οὗτος τὴν ἀρχὴν διεδέχετο τῶν Βουλγάρων, Βούλγαρος ὤν, συνέβαινε μέν οἱ προσκρούειν