ἠκονημένα, ἐναντία ὄντα τοῖς βέλεσι τοῦ πονηροῦ. Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατ εσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν· «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου·» καὶ τό· «Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη.» Ἢ τάχα ἡμέρας ἐκεῖ λέ γει ἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα 12.1632 προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γε νομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανε πλήρης ἡμε ρῶν. Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύ ρεται· ἔχει γὰρ καὶ οὗτος «ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον» διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ ∆αυῒδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ἢ καὶ κατὰ Παῦλον «ἰδίᾳ γενεᾷ ὑπερετήσων» ἐξαπεστάλη. Τοῦ αὐτοῦ. «Κηδὰρ» ἑρμηνεύεται σκο τασμός. Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνω μάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου, καὶ ἡ ψυχή μου αὕτη, φησὶ, πολλάκις παρῴκησεν. ΨΑΛΜΟΣ ΡΚʹ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ᾖρα, φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, «τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐ γὰρ ἁπλῶς προσέθηκε, «τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησεν, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυ στάξῃ ὁ φυλάσσων σε, κ. τ. ἑ. Μὴ περιτραπῇς, φησὶ, μηδὲ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα· ὥστε παρ' ἡμῶν δεῖ εἶναι τὰς ἀρχὰς, καὶ ὁ Θεὸς τοῦ ὀρέξαι χεῖρα ἕτοιμος. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σε λήνη τὴν νύκτα, κ. τ. ἑ. Οὗτος, οἶμαι, ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραί νων αὐτὴν, καθ' ἢν «ὁ ἄφρων ὡς σελήνη ἀλ λοιοῦται.» Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξ οδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΚΑʹ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλὴμ, κ. τ. ἑ. ∆ύνανται οἱ εἰρηκότες τῷ δικαίῳ· «Εἰς οἶκον Κυρίου πορευσόμεθα,» αὐτοὶ λέγειν καὶ τὸ, «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν,» τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ πο ρείαν ποιουμένοις. Τοῦ αὐτοῦ. «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν·» τὸ μέλλον ὡς παρεληλυθὸς λέγεται, ὡς καὶ ἐν τῷ, 12.1633 «∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς·» καὶ ἐν τῷ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν.» Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετ οχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Ὅταν ἡ τῶν πιστευόντων καρδία καὶ ψυχὴ μία ᾖ, καὶ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, Ἱερουσαλήμ εἰσι, καὶ ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, κ. τ. ἑ. Προφη τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ· πᾶσαι γὰρ αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι, κ. τ. ἑ. Περὶ τῶν θρό νων τούτων καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται τό· «Καθήσεσθε ἐπὶ θρόνους δώδεκα, κρίνοντες τὰς δώ δεκα φυλὰς τοῦ Ἰσραήλ.» Περὶ τῶν ἐν τῇ Ἱερουσαλὴμ θρόνων ὁ Ἱερεμίας οὕτως φησί· «Καὶ εἶπε Κύριος πρὸς μέ· Ἀπὸ προσώπου τοῦ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· διότι ἰδοὺ ἐγὼ καλῶ πάσας τὰς βασιλείας ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκα στος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐ τῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ λαλήσω μετὰ κρίσεως πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ἧς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλο τρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.» ΨΑΛΜΟΣ ΡΚΒ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου,