Ἀπολλοδώρου γραμματικοῦ βιβλιδάριον ἀνεγνώσθη μοι· Βιβλιοθήκη αὐτῷ ἡ ἐπιγραφή· περιεῖχε δὲ τὰ παλαίτατα τῶν Ἑλλήνων, ὅσα τε περὶ θεῶν καὶ ἡρώων ὁ χρόνος αὐ τοῖς δοξάζειν ἔδωκεν, ὀνομασίας τε ποταμῶν καὶ χωρῶν καὶ ἐθνῶν καὶ πόλεων ὅθεν καὶ τὰ ἄλλα ὅσα εἰς τὸ ἀρχαῖον ἀνατρέχει, καὶ κάτεισι μέχρι τῶν Τρωϊκῶν, καὶ ἀνδρῶν τινῶν πρὸς ἀλλήλους μάχας καὶ ἔργα ἐπιτρέχων καὶ τῶν ἀπὸ Τροίας πλάνας τινάς, μάλιστα δ' Ὀδυσσέως εἰς ὃν αὐτῷ καὶ ἡ ἀρχαιολογία καταλήγει. Σύνοψις δ' ἐστὶ τὰ πολλὰ τοῦ βιβλίου, καὶ οὐκ ἄχρηστος τοῖς τὰ παλαιὰ ἐπὶ μνήμης ἔχειν λόγον ποιουμένοις. Ἔχει δὲ καὶ ἐπίγραμμα τὸ βιβλιδάριον οὐκ ἄκομψον τόδε· αἰῶνος σπείρημα ἀφυσσάμενος ἀπ' ἐμεῖο παιδείης, μύθους γνῶθι παλαιγενέας, μηδ' ἐς Ὁμηρείην σελίδ' ἔμβλεπε μηδ' ἐλεγείην, μὴ τραγικὴν Μοῦσαν, μηδὲ μελογραφίην, μὴ κυκλίων ζήτει πολύθρουν στίχον· εἰς ἐμὲ δ' ἀθρῶν εὑρήσεις ἐν ἐμοὶ πάνθ' ὅσα κόσμος ἔχει. Ἀνεγνώσθη Νικομάχου Γερασηνοῦ ἀριθμητικῶν θεολογουμένων βιβλία βʹ· Ἡ μὲν οὖν ἐπιγραφὴ οὕτω θαυμάσαι καὶ δριμὺν ἔρωτα κινῆσαι ἀξία, ὁ δὲ πόνος, ἵνα μὴ λέγω λογισμῶν κενεμβατούντων καὶ ματαιοσχόλων ἔργον, πόρρω τῆς ἐπιγραφῆς διερριμμένος. ∆ιαλαμβάνει μὲν γὰρ περὶ τῶν ἀπὸ μονάδος μέχρι δεκάδος ἀριθμῶν, οὐχ ὥσπερ ἐν τῇ ἀριθμητικῇ αὐτοῦ καὶ πρὸ ταύτης εἰσαγωγῇ, ὅσα τοῖς ἀριθμοῖς φύσει πρόσεστι καὶ θεωρίας ἔχεται σπουδαίας διεξιών, ἀλλὰ τὰ πλεῖστα διανοίας οὐ καθαρευούσης βλάβης ἀναπλάσματα καὶ οὐχὶ πρὸς τὴν τῶν πραγμάτων φύσιν τοὺς λογισμοὺς ἰθυνούσης, τὰ δὲ πράγματα πρὸς τὰς ἰδίας φαντασίας μεταμείβειν φιλονεικούσης. Ἀλλ' ὅσα μὲν ὁ ἀνὴρ τὴν τῶν ὄντων φύσιν εἰς τὴν τῶν ἀριθμῶν ὑπόστασιν ἀναφέρειν τε καὶ συγκατακλείειν διανέστη, περικόπτων, περιτιθείς, ἀμείβων, διασπῶν ποτε μὲν τὰ πράγματά, ποτε δὲ τοὺς φίλους ἀριθμοὺς καὶ θεούς, καὶ τοῦτο ἢ παρὰ μέρος ἑκάτερον ἢ καὶ δι' ἀμφοῖν ἰών, καίτοι μεγάλας ὑπέχων εὐθύνας, ὅμως ἐάσθω τοῦτο. Ἀλλ' ὅτι θεούς τε καὶ θεὰς ἐπιθυμήσας ἰδεῖν τοὺς ἀριθμούς, καὶ τοῦτο διδοὺς αὐτοῖς διὰ μόνην τὴν ἰδιάζουσαν καὶ ὡρισμένην ἑκάστου ποσότητα, οὐ φυλάττει ταύτην ἀκέραιον ἀναφέρων εἰς τὸ θεῶν γένος αὐτούς, ἀλλ', ὡς καὶ προείπομεν, τέμνων, αὔξων, παντοίως κεραΐζων, οὕτως αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον θεοὺς προσκυνεῖ, τὴν μὲν ἐξ ἀρχῆς φθείρων ποσότητα, ἵνα θεὸς ᾖ 187.143α διὰ ταύτην, ταύτης δ' αὐτὸν ἀποστερῶν· οὐ γὰρ ἀπόρρητος καὶ σεπτὴ ἡ τηλικαύτη θεολογία. Τὸ δὲ σοφώτερον καὶ στέργεσθαι δίκαιον, δεῖ τῷ μέλλοντι τῇ θαυμασίᾳ ταύτῃ ἐμβαθῦναι θεολογίᾳ καὶ τῆς κρυφιότητος εἴσω διεισδῦναι γεωμετρίας μὲν οὐκ ἀμαθῶς ἔχειν, ἐλάσαι δὲ καὶ πρὸς ἀριθμητικὴν ἀκριβολογίαν, οὐδὲ τῆς ἀστροθεάμονος σοφίας ἐν τῷ παρέργῳ τὴν μάθησιν πεποιῆσθαι, καὶ μὴν καὶ τοῖς μουσικοῖς θεωρήμασι καὶ δὴ καὶ ὀργάνοις ἐγγεγυμνάσθαι. Ἵνα γὰρ τοὺς ἀριθμοὺς θεοποιήσῃ καὶ τῶν ὄντων τῆς οὐσιώσεως αἰτίους ἀναπλάσῃ, ἀφ' ἑκάστης τῶν εἰρημένων ἐπιστημῶν ἔνιά τινα τῶν θεωρημάτων τῇ περὶ τοὺς ἀριθμοὺς ἐνυφαίνει θεοπλαστίᾳ, ὧν ἡ ἄγνοια ἐμποδὼν ἂν σταίη πρὸς τὴν τῶν τηλικούτων μυσταγωγίαν, καὶ μάτην τὸ πρόθυμον ἐπιδείξεται ὁ ταῖς εἰρημέναις μὴ προτελεσθεὶς ἐπιστήμαις. Καὶ δεῖ ἄρα, ὡς ἔοικε, βίον ἀνθρώπου κατατρῖψαι καὶ προαναλῶσαι τῆς θεολόγου ταύτης τῶν ἀριθμῶν τερατείας, καὶ φιλοσοφῆσαι περὶ τοῖς μαθήμασι σπουδαίως, ἵν' ἐξῇ καὶ ματαιολογῆσαι τελείως. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ, μᾶλλον δὲ πρὸς τὴν ἐπιγραφὴν φάναι, τοιοῦτον ἡ τοῦ Γερασηνοῦ Νικομάχου Θεολογία. Λέγει δὲ τὴν μονάδα ἄλλα τε οὐκ ὀλίγα τῶν πλασμάτων τῇ περὶ αὐτὴν ἀληθείᾳ καὶ τοῖς προσοῦσι φυσικοῖς ἰδιώμασι καταμιγνύς, καὶ ὡς νοῦς τε εἴη, εἶτα καὶ ἀρσενόθηλυς, καὶ θεός, καὶ ὕλη δέ πως, πάντα χρήματα μιγνὺς ὡς ἀληθῶς, καὶ πανδοχεὺς λοιπὸν καὶ χωρητικὴ καὶ χάος, σύγχυσις, σύγκρασις, ἀλαμπία, σκοτωδία, χάσμα, Τάρταρος. Καὶ Στύγα δὲ αὐτὴν τερατολογοῦσι καὶ φρικωδίαν καὶ ἀμιξίαν καὶ βάραθρον ὑποχθόνιον, καὶ Λήθην, καὶ στιφρὰν πάρθενον, καὶ Ἄτλαντα· ἄξων τέ ἐστιν αὐτοῖς καὶ ἥλιος καὶ πυράλιος,