1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

154

καὶ βασιλεῖ, ὡς καὶ πολλάκις δι' ἔχθρας ἰέναι καὶ πολέμων τοῖς τῶν Ῥωμαίων στρατεύμασι, συνέβαινε δὲ προσκρούειν καὶ πολλοῖς ἅμα καὶ μεγιστᾶσι τῶν Βουλγάρων 451 καὶ ταραχαῖς οὐ προσηκούσαις ἐμπίπτειν. Ταῦτ' ἄρα καὶ τούτῳ διαφθονού μενοι, πρὸς τὸν Κωνσταντῖνον, ἐκ Σέρβων ἐξ ἡμισείας τὸ γένος ἔχοντα, ἀποκλίνουσιν. Ὅσον οὖν ἐνέλιπέν οἱ πρὸς τὴν ἀρχὴν ἐκ σφετέρου γένους, μηδὲν τῷ Ἀσὰν προσήκων, τὴν ἐκείνου ἐκγόνην λαβὼν εἰς γυναῖκα, τοῦ Ἰωάννου πέμψαντος, ἐπ' ἴσων εἶχε τὸ πρὸς τὴν τοῦ Ἀσὰν βασιλείαν δίκαιον τῷ Μυτζῇ. Κἀκεῖνος μὲν τὴν Τέρνοβον εἶχε καὶ τὰ τῆς βασιλείας κλέη μεγαλοπρεπῶς ἐπεφέρετο· ὁ δὲ Μυτζῆς, τὰ κύκλῳ περικρατῶν, ποτὲ μὲν ἠρκεῖτο τούτοις καὶ καθησύχαζε, ποτὲ δ' αὖθις καὶ ἀντεφιλονείκει πρὸς Κωνσταντῖνον, ὃν καί ποτε διώκων ἀπέκλεισεν εἰς Στενίμαχον, ἡμέτερον ὄν. Καὶ εἰ μὴ ταῖς τῶν Ῥωμαίων δυνάμεσιν ἐχρήσατο πρὸς βοήθειαν, τάχ' ἂν καὶ ἁλοὺς ἀπώλετο. Ἀλλ' ἡ τύχη ῥέπει τὰς πλάστιγγας, καὶ δυναμωθεὶς αὖθις ὁ Κωνσταντῖνος τὸν Μυτζῆν διώκει θαρραλεώτερον. Ὁ δέ, ἅμα τέκνοις καταλαβὼν τὴν Μεσέμβρειαν, ἐκεῖθεν ἱκετεύει τὸν βασιλέα δέχεσθαι τοῦτον καὶ λύτρα λαμβάνειν τὴν πόλιν. Στέλλει γοῦν ὁ βασιλεὺς ἐξ αὐτῆς τὸν Γλαβᾶν κουροπαλάτην καὶ μέγαν παπίαν ἐσύστερον· καὶ ὃς ἄλλοις συνάμα μετὰ καὶ αὐτάρκους στρατοῦ, καταλαβὼν τὴν Μεσέμβρειαν, ἐκείνην μὲν περιποιεῖ τοῖς Ῥωμαίοις, τὸν δέ γε Μυτζῆν διὰ τοῦ Αἵμου πεζῇ ἄγει πρὸς βασιλέα. Τὸν δὲ καὶ δέχεται πρόφρων καὶ παρηγορεῖ εὐμενῶς καί, πρὸς τῷ Σκαμάνδρῳ ἀποχρώντως προμηθευσάμενος, ἐκεῖσέ που σὺν τοῖς τέκνοις κατασκηνοῖ, συνθήκας πρὸς αὐτὸν ποιησάμενος, ὥστε καὶ τὸν πρώτιστον τῶν ἐκείνου υἱῶν Ἰωάννην συναρμόσαι τῇ θυγατρί. Ἀλλὰ τῇ μὲν τῶν θυγατέρων πρωτίστῃ Εἰρήνῃ οὕτω προὐνόει τῶν γάμων. 453

ʹ. Περὶ τοῦ πρὸς τοὺς Σέρβους κήδους τοῦ βασιλέως καὶ διὰ ταῦτα τῆς τοῦ πατριάρχου ἐπιδημίας ἐκεῖσε. Τὴν δέ γε δευτέραν Ἄνναν ᾑρεῖτο πέμπειν τῷ κραλεῖ Σερβίας Στεφάνῳ τῷ Οὔρεσι, ἐφ' ᾧ τῷ δευτέρῳ υἱῷ Μηλωτίνῳὁ γὰρ ὁμωνυμῶν τῷ πατρὶ καὶ πρῶτος τῷ ῥηγὶ Παιονίας εἰς θυγατέρα γεγάμβρευτοεἰς γάμον συνάπτειν. Καὶ δὴ τῶν πρὸς ἀλλήλους συνθεσιῶν τελεσθεισῶν, στέλλει μὲν εἰς πρεσβείαν τὸν ἱεράρχην, συνεκπέμπει δὲ καὶ τὴν κόρην ὑπὸ θεραπείᾳ μεγίστῃ βασιλικῇ. Καί γε καταλαβοῦσι τὴν Βέρροιαν σφίσι τὰ τῆς βουλῆς ἔστη πεμφθῆναι πρὸς τὸν Οὔρεσιν Στέφανον τὸν χαρτοφύλακα Βέκκον, ἅμα δὲ σὺν ἐκείνῳ καὶ τὸν Τραϊανουπόλεως Κονδουμνῆν. Ἦν δὲ καὶ πρὸς τῆς δεσποίνης ἐντεταλμένον τῷ χαρτοφύλακι αὐτὸν προαπελθεῖν καὶ γνωρίσαι τὰ κατὰ τοὺς Σέρβους τρανότερον, ὅπως μὲν σφίσιν ἐστὶν ἡ δίαιτα, ὅπως δ' ἡ τάξις τῆς ἐκείνων ἀρχῆς διιθύνεται· ἐκείνη γὰρ καὶ μεγίστην τὴν θεραπείαν τῇ θυγατρὶ προητοίμαζεν ἐπὶ χλιδῇ παντοίᾳ βασιλικῇ. Ἐκείνῳ τοίνυν προαπελθόντι γνωρίσειν καὶ σημανεῖν προσετάσ σετο, πρὶν ἂν ἐπιβῇ Σερβίας ὁ πατριάρχης. Οἱ δ' ἐπιστάντες οὐ μόνον οὐδὲν τῶν εἰς θεραπείαν εἶδον ἐκεῖσε καὶ ἀρχῆς τῆς τυχούσης ἄξιον, ἀλλὰ καὶ τὸ θεραπευτικὸν τὸ ἐν ἐκείνοις βλέπων ὁ Οὔρεσις καὶ οἰκίδιον, καὶ μᾶλλον τὸ τῶν ἡμιανδρίων, τί ἂν καὶ εἴησαν οὗτοι διεπυνθάνετο. Ὡς δ' ἤκουε παρ' ἐκείνων ὅτι τάξις ἐστὶν αὕτη βασίλειος καὶ ὡς τῇ βασιλίδι εἰς θεραπείαν ἀκολουθήσαιεν, ἐκεῖνος ἐπαλαστήσας εὐθύς· «Αἲ αἴ, φησί, τί ταῦτα; Καὶ ἡμῖν οὐ συνήθης αὕτη ἡ δίαιτα.» Καὶ τὸν φάναι τε καὶ ἅμα τὴν νύμφην δεικνύειν πενιχρὰ φοροῦσαν καὶ ταλασίᾳ προσέχουσαν, καί· «Οὕτω, λέγειν χειρὶ δεικνύντα, ταῖς νύμφαις ἡμεῖς προσφερόμεθα.» Ἦσαν δὴ καὶ τὰ κατ' αὐτοὺς τὸ παράπαν λιτά τε καὶ εὐτελῆ, ὡς ἀποζῆν θήραις καὶ κλέπτοντας. Ὡς γοῦν ὑπέστρεφον οἱ πεμφθέντες καὶ ἀκριβῶς ἐδήλουν τῷ πατριάρχῃ ἅ τε εἶδον καὶ ἃ ἤκουσαν, ἐπέκλασάν τε τοῖς περὶ ἐκεῖνον τὴν προθυμίαν 455 καὶ περὶ ἑαυτοῖς ὠρρώδουν, μὴ καὶ ἐκ τοῦ παραχρῆμα ἐνέδραις χαλεπαῖς περιπέσοιεν· οὐ γὰρ εἶχον πιστεύειν ἀνδράσι μὴ ἐπιστρεφομένοις αἰσχύνης καὶ μέμψεως. Τέως ᾔεσαν εἰς τὸ πρόσω νωθεῖς τινες τὴν πορείαν καὶ τοῖς ὅλοις ὑπόπτως ἔχοντες. Ὡς δὲ κατέλαβον τὴν