154
Εἰ δέ τινί πως δοκεῖ προσώπων δύο καὶ οἴκων τοσούτων ὁ τῆς Γραφῆς ἔμφασιν ποιεῖσθαι λόγος, ὧν ἐργάζεται τὸ δρέπανον τὴν καθαίρεσιν, φάσκων· «καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος ἐπὶ τῷ ὀνόματί μου ψευδῆ», γνῶμεν ὅτι τὰς δύο γενικὰς καὶ πασῶν περιεκτικὰς ἐνεργείας τῆς τοῦ διαβόλου πλάνης, ἀντὶ προσώπων δύο λαβών, ἐσήμανεν, ἤγουν τοὺς τρόπους τῶν ἐνεργειῶν, καὶ τὰς δύο γενικὰς καὶ τῶν λοιπῶν ὁριστικὰς περὶ τὴν πλάνην διαθέσεις τῆς ἀνθρωπότητος οἴκους δύο προσηγόρευσεν ὁ λόγος. Οἷον· ἡνίκα μέν, δι᾽ ἀπάτης δόλῳ συλῶν τὴν περὶ Θεὸν ἔμφυτον (14Γ_246> γνῶσιν τῆς φύσεως, ταύτην ὁ πονηρὸς εἰς ἑαυτὸν σφετερίζεται, κλέπτης ἐστίν, εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας μεταφέρειν πειρώμενος, ἀπάγων δηλονότι τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων τὴν κατὰ νοῦν τῆς ψυχῆς θεωρίαν καὶ μόνῃ περιγράφων τὴν νοερὰν δύναμιν τῇ κατὰ τὴν ἐπιφάνειαν προσόψει τῶν αἰσθητῶν· ὁπηνίκα δέ, διὰ τῶν φυσικῶν ἀπαρχόμενος κινημάτων, πρὸς τὰ παρὰ φύσιν σοφιστικῶς τῆς ψυχῆς κατασύρῃ τὴν πρακτικὴν δύναμιν καὶ διὰ τῶν νομιζομένων καλῶν τοῖς χείροσι πιθανῶς δι᾽ ἡδονῆς προσηλώσῃ ταύτης τὴν ἔφεσιν, ἐπὶ τῷ ὀνόματι Κυρίου ὀμνύει ψευδῶς, πρὸς ἄλλα παρ᾽ ὑπόσχεσιν ἄγων τὴν πειθομένην ψυχήν. Καὶ ἔστι κλέπτης μὲν(22) ὡς πρὸς ἑαυτὸν συλῶν τὴν γνῶσιν τῆς φύσεως, οἰκίαν ἔχων τὴν περὶ τὴν ἄγνοιαν τῶν πλανωμένων διάθεσιν, ἐπίορκος δὲ ὡς τὸ πρακτικὸν τῆς ψυχῆς μάτην διαπονεῖσθαι πείθων τοῖς παρὰ φύσιν, οἰκίαν ἔχων τὴν φιλαμαρτήμονα τῆς γνώμης τῶν ἀνεχομένων διάθεσιν.
Οὐκοῦν κλέπτης ἐστίν, ὡς ἔφην, ὁ διάβολος, τὴν γνῶσιν παρατρέπων τῆς φύσεως, ἐπίορκος δέ, τὴν κατ᾽ ἀρετὴν ἐνέργειαν αὐτῆς παραμείβων τῆς πράξεως· οἰκία δὲ κλέπτου καθέστηκεν ἡ τῷ πταιστῷ λόγῳ τῆς γνώσεως ἐνισχημένη διάθεσις, οἰκία δὲ ἐπιόρκου ἡ τῷ μύσει τῶν παθῶν τῆς ἀτιμίας πεποιωμένη διάθεσις· ἅσπερ ὁ τοῦ Θεοῦ σωτήριος Λόγος φιλανθρώπως εἰσδὺς ποιεῖ κατοικητήριον Θεοῦ διὰ Πνεύματος, γνῶσιν ἀληθείας ἀντὶ πλάνης καὶ ἀγνωσίας, καὶ ἀρετὴν καὶ δικαιοσύνην ἀντὶ κακίας καὶ πονηρίας δημιουργῶν, δι᾽ ὧν ἐν τοῖς ἀξίοις ποιεῖν πέφυκε τὴν οἰκείαν ἐμφάνειαν.
Τοιγαροῦν ἀντὶ τῶν προσώπων τοὺς τρόπους τῆς διαφόρου κακουργίας τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ πονηροῦ διαβόλου, καὶ ἀντὶ τῶν οἰκιῶν τὰς προσφυεῖς τοῖς διαβολικοῖς τρόποις τῶν ἐνεργουμένων διαθέσεις κέκληκεν ὁ λόγος.
Κλέπτης δὲ πάλιν ἐστὶν(23) ὁ πρὸς ἀπάτην τῶν ἀκουόντων (14Γ_248> τοὺς θείους δῆθεν ἀσκούμενος λόγους, ὧν οὐκ ἐπέγνω διὰ τῶν ἔργων τὴν δύναμιν, τὴν ψιλὴν προφορὰν δόξης ἐμπορίαν ποιούμενος καὶ τῷ διὰ γλώσσης λόγῳ τὸν τοῦ δίκαιος νομίζεσθαι παρὰ τῶν ἀκροωμένων θηρώμενος ἔπαινον. Καὶ ἁπλῶς εἰπεῖν, ὁ τῷ λόγῳ τὸν βίον ἀνάρμοστον καὶ τῇ γνώσει τὴν διάθεσιν τῆς ψυχῆς ἔχων ἀντικειμένην κλέπτης ἐστίν, ἐκ τῶν ἀλλοτρίων ἀγαθῶν οὐ καλῶς διαφαινόμενος· πρὸς ὃν ὁ λόγος εἰκότως ἐρεῖ· «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;»
Καὶ πάλιν κλέπτης ἐστὶν ὁ τοῖς φαινομένοις τρόποις καὶ ἤθεσι(24) τὴν μὴ φαινομένην συγκαλύπτων τῆς ψυχῆς κακουργίαν, ἐπιεικείας πλάσματι τὴν ἔνδον ἐπικαλύπτων διάθεσιν, καὶ κλέπτων, ὥσπερ ἐκεῖνος τῇ προφορᾷ τῶν λόγων τῆς γνώσεως τὴν τῶν ἀκουόντων διάνοιαν, οὕτω δὴ καὶ αὐτὸς τῷ τρόπῳ τῆς τῶν ἠθῶν ὑποκρίσεως τῶν θεωμένων τὴν αἴσθησιν· πρὸς ὃν ὁμοίως εἴρηται τὸ «αἰσχύνθητε οἱ ἐνδεδυμένοι ἱμάτια ἀλλότρια» καὶ τὸ «ἀποκαλύψει Κύριος τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ». Καθ᾽ ἑκάστην γὰρ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐργαστηρίῳ ταῦτά μοι λέγοντος ἀκούειν δοκῶ τοῦ Θεοῦ τὴν ἡμέραν, ὡς ἐπ᾽ ἀμφοῖν διαρρήδην κατεγνωσμένος.