155
Ἀχρίδαν, τὴν μὲν βασιλίδα καὶ τὸ περὶ αὐτὴν οἰκετικὸν καὶ ὅσον εἰς θεραπείαν αὐτοῦ που διαναπαύουσιν, ἐκεῖνοι δὲ προαγγέλους πρὸς Οὔρεσιν πέμποντες, καὶ αὐτοὶ σχολαίως τοῖς πρόσω προσέβαινον. Τῇ Πολόγῳ δὲ παραγγειλάντων, ἣν δὴ ἄλσος Θεοῦ ἐκεῖ νοι κατὰ γλῶσσαν εἴπειαν, καὶ ἤδη καὶ πρὸς Λιπαίνιον ἰόντων, πέμπεται μὲν πρέσβις ἐκεῖθεν ὁ καὶ μεσάζων ἐκείνων, Γεώργιος τοὔνομα, ᾧ δὴ καὶ λόχος ἀνδρῶν ἐνεδρεύσας προσεζημίου. Τὰς δ' ἐνέδρας καὶ πρώην οἱ περὶ τὸν πατριάρχην ἀκούοντες ἐδειλίων· τότε δὲ καὶ ἀκριβῶς ἐς φόβον μέγαν καθί σταντο, μὴ καὶ νεωτερισθῇ τι σφίσι τῶν ἀνηκέστων· τοὺς γὰρ οὕτω καὶ τοῖς ἰδίοις, καὶ μᾶλλον τοῖς ἐνδόξοις καὶ ἄρχουσιν, ἐνεδρεύοντας, σχολῇ γοῦν ἀποσχέσθαι τῶν ἀλλοτρίων. Ἤκουον δὲ καὶ παρὰ Γεωργίου τὰ μὲν εἰς πρεσβείαν πάντη τῷ σκοπῷ τῶν βασιλέων ἀπῳδά τε καὶ ἄλλως σαθρά ἐκεῖνοι γὰρ καὶ ὡς ἄρξοντα μετὰ τὸν πατέρα εἰς κῆδος προσίεντο τὸν υἱόν, τοῦ προτέρου τῶν παίδων Στεφάνου τὸ σκέλος κατεαγότος καὶ βίον ζῶντος ἀπράγμονα· ὁ δέ, ἄλλ' ἄττα κύκλῳ περιβαλλόμενος, τὰ ὡμολογημένα ἐπηλυγάζετο, τὰ δ' εἰς τὴν ὁδὸν δυσχερῆ τε ἄλλως καὶ ὡς αὐτὸς ἐδείκνυ ζημιωθείς. Ἦσαν δ' ἀνὰ μέρος καὶ οἱ περὶ τὸν χαρτοφύλακααἱ γὰρ τῆς δεσποίνης παραγγελίαι καὶ ἀξιώσεις δειναὶ εἰς τὸ ποιεῖν ἐκεῖνον φροντίζειν, οὕτως ἰδόνταἐπικλῶντες τὰς προθυμίας τῷ πατριάρχῃ τε καὶ τοῖς ἄρχουσιν, ἐφ' ᾧ μὴ πλέον προβῆναι· μηδὲ γὰρ ἀνυστὰ καὶ εὔοδα τὰ τῶν συναλλαγμάτων προβαίνειν, σκολιὰ δ' ἄλλως καὶ ἐπικίνδυνα. Οὕτως ἐχόντων, γίνεταί τι καὶ ἄλλο δεινόν· ὃ δὴ καὶ εἰς ὑποψίαν ἐμβάλλει σφᾶς τοῦ καὶ πρόσθεν ἰόντας παθεῖν τὰ χείριστα. Οἱ γὰρ τὴν χώραν ἐπῳκη μένοι, κατὰ στίχας ἰόντες, ἐφίσταντο καθημένοις πολλάκις καὶ ἑώρων ὡς 457 ἄλλοθέν που ἡκότας· σφίσι δ' ἦν σκοπὸς παρατηρεῖν τὰ ἐκείνων, ἐφ' ᾧπερ καὶ νυκτὸς ἐπελθόντες συλήσειαν. Ὃ δὴ καὶ μετ' ὀλίγον λαμβάνει τέλος· νυκτὸς γὰρ ἐπιόντες ἀψόφῳ ποδί, τοὺς ἐκείνων ἵππους συλῶσι καὶ ᾗ ποδῶν εἶχον ἀφανίζουσιν ἑαυτούς. Οἱ δ' ἅμ' ἕῳ καὶ ὑπ' αὐγὰς γνωρίζουσι μὲν τὸ πραχθέν, ζητοῦσι δὲ τοὺς δεδρακότας, ἀλλὰ ζητοῦσι μάταιος ἦν ἡ σπουδή· οὔτε γὰρ εἶχον μαθεῖν παρ' ἐκείνων, τοὺς σφετέρους ἐπειλυόντων, καὶ τὸ δραστικῶς ἐξετάζειν καὶ ἀπαιτεῖν οὐ συνήνεγκε, μὴ καὶ πλέον ἐπισυμβαίη, ἀνθρώποις μὲν τὴν ἰδέαν, θηρίοις δὲ τὸν τρόπον παρεμπεσόντων. Ὅμως τοῖς ἐκείνων ἄρχουσι χρησάμενοι εἰς βοήθειανμηδὲ γὰρ ἔχειν ὅπως καὶ κινηθεῖεν, τῶν κρειττόνων ἵππων ἀπολωλότων ἀντισηκούμενοι τοῖς τῆς χώρας οὐκ ἐπ' ἴσων, ἀλλ' οὐδ' ἐγγύς, μεταναστεύειν εἰς τοὔπισθεν ἐβου λεύοντο. Καὶ δὴ δοξάσης τῆς βουλῆς ἀγαθῆς καὶ συνοισούσης πλέον ἢ μὴν βλαψούσης, πρύμναν τε κρούονται, τὸ τοῦ λόγου, καί, τοῖς ὄπισθεν ἐπεκτεινόμενοι, ἕως Ἀχρίδας ᾔεσαν. Ἐκεῖθεν δὲ συνάμα τῇ βασιλίδι Θεσσαλονίκης ἐπιβάντες, κῆδος ἐκεῖνο καὶ συνθήκας καὶ συναλλάγματα παρ' οὐδὲν θέμενοι, πρὸς βασιλέα ὑπέστρεφον.
ζʹ. Τὰ περὶ τὸ ∆υρράχιον καὶ τοῦ σεισμοῦ τοῦ ἐκεῖ ἐνσκήψαντος. Τότε τοίνυν μετὰ καιρὸν καὶ τὰ περὶ τὸ ∆υρράχιον συνέβη, ἐλεεινὰ καὶ πλήρη δακρύων. Κρονίου γὰρ ἐνστάντος μηνός, ἀσυνήθεις ψόφοι τὴν γῆν ἐτάρασσον συνεχῶς, οὓς δὴ βοασμοὺς κοινολογῶν εἴποι τις, καὶ δῆλοι ἦσαν σημαίνοντες ἐπιὸν ἐγγύθεν κακόν· μιᾶς γοῦν ἡμέρας καὶ συνεχέστερον ἐπήχουν οἱ κρότοι καὶ μεῖζον ἢ πρότερον. Τοῖς μὲν οὖν ἐμπεσοῦσα δειλία ἔξω που κατοικεῖν τοῦ ἄστεος ἔπειθεν, ὡς, εἰ πλέον γένηται, ἀλυξείουσιν. Ἀλλὰ νὺξ ἦν ἐπιγενομένη τοῖς ἡμερινοῖς ἐκείνοις θορύβοις, καὶ σεισμὸς ἐμπίπτει βαρὺς καὶ τῶν μνημονευομένων μείζων. Ἦν δ' ἐκεῖνος οὐ τρόμος, ὡς ἄν τις εἴποι, γῆς κατὰ τὸ λέχριον κινουμένης, ἀλλὰ κατὰ σφυγμοὺς ἀνατιναγμός, ὡς ἐν ἀκαρεῖ πᾶσαν τὴν πόλιν ἐκείνην ἐκ θεμελίων ἀνατραπῆναι καὶ πεσεῖν εἰς τοὔδαφος. Οἶκοι δ' ἐκεῖνοι καὶ ἀναστάσεις κτισμάτων, μηδὲ τὸ βραχὺ ἀντισχόντες, ἐνεδίδοσαν καὶ κατέπιπτον, ἐναπολαμβανομένων ἐντὸς τῶν ἀνθρώπων, μηδενὸς ἔχοντος ὅπου φύγοι· τὸ γὰρ τῶν οἰκοδομημάτων συνεχὲς 459