ἀριθμοῦ, μονάδι μὲν ὡς ἀρχῇ δεκάδι δὲ ὡς τέλει συνεζευγμένη, καὶ συλληπτικὴ τῶν ἐν τῇ κοσμικῇ φύσει φαινομένων· καὶ γὰρ κατὰ μὲν τὴν μονάδα ὁ κόσμος ἐρρίζωται, ἤνυσται δὲ καὶ πέφανται κατὰ τὴν δεκάδα. Ἀλλὰ καὶ ὅτι προσεχέστατον καὶ μόνον μέρος τῆς δεκάδος. Καὶ τὰ στοιχεῖα δὲ τοῦ παντὸς κατὰ τὴν πεντάδα· προστίθησι γὰρ τοῖς τέσσαρσι καὶ τὸν αἰθέρα, ὃ οὐκ ἂν ἀνέξοιτο ὑμνῶν τὴν τετράδα. Καὶ πολλὰ τοιαῦτα ἀλλ' οὔπω ταῦτα κομψὰ καὶ σοφά. Τὰ δ' ἐφεξῆς σκόπει. Ἀνεικία γὰρ ἡ πεντὰς καὶ Ἀλλοίωσις καὶ Φάος καὶ ∆ικαιοσύνη, καὶ ἐλαχίστη ἀκρότης τῆς ζωότητος, καὶ Νέμεσις, καὶ Βουβάστια καὶ ∆ίκησις καὶ Ἀφροδίτη καὶ Γαμηλία καὶ Ἀνδρογυνία, καὶ Κυθέρεια, καὶ Ζωναία, καὶ Κυκλιοῦχος, καὶ Ἁμίθεος, καὶ Ζανὸς πύργος, καὶ ∆ιδυμαία, καὶ Ἄξων ἑδραία. Ἄμβροτόν τε αὐτὴν ὑψηλολογοῦσι καὶ Παλλάδα, καὶ Κραδεᾶτιν καὶ Ἁγεμονίαν καὶ Ἀκρεῶτιν καὶ Ἀτάλαντον καὶ Ἄζυγα καὶ Ὀρθιᾶτιν, καὶ Μουσῶν Μελπομένην, καὶ ἀμειβομένην ὀπὶ καλῇ, καὶ μέσων μέσην καὶ Ἀκρότητα γονίμων. Ἐπὶ τούτοις μὲν οὖν σεμνύνει καὶ τὴν πεντάδα. Ἡ δὲ ἑξὰς Εἶδος εἴδους αὐτῷ αἰτιολογεῖται, καὶ τῇ ψυχῇ μόνος ἀριθμῶν ἁρμόζων, καὶ ∆ιάρθρωσις τοῦ παντὸς ψυχοποιὸς καὶ τῆς ζωτικῆς ἕξεως ἐμποιητική (παρὸ καὶ ἑξάς) καὶ Ἁρμονία καὶ Οὐλομέλεια καὶ κυρίως αὕτη μᾶλλον Ἀφροδίτη ζυγία τε καὶ γαμηλία καὶ Ἀνδρογυνία θεολογεῖται. Ἀλλὰ καὶ Ζυγῖτις καὶ Φιλοτησία καὶ Εἰρήνη καὶ Φιλία καὶ Ὑγεία, Ἄκμων τε καὶ Ἀλήθεια, καὶ Μοιρῶν δὲ Λάχεσιν αὐτὴν ποιοῦσι, καὶ ἀρχὴν καὶ ἥμισυ παντός, καὶ Ἑκατηβελέτιν, καὶ Τριο δῖτιν καὶ ∆ιχρονίαν καὶ Περσείαν καὶ Τρίμορφον, καὶ Ἀμφιτρίτην, καὶ Ἀγχιδίκαν, καὶ Μουσῶν Θάλειαν, καὶ Πανάκειαν. Οὕτω μὲν οὐδ' ἡ ἑξὰς αὐτοῖς θεὸς εἶναι καὶ θεοῖς διέφυγε φιλοτιμεῖσθαι. Ἡ δὲ ἑβδομάς-τί ἄν τις καὶ εἴποι, εὐθὺς μὲν γάρ ἐστι σεπτάς· κἂν τὸ ˉσ φθείροι ἡ συνήθεια, ἕλκει τοῦτο ῥᾷστα ἐκ διπλοῦ τοῦ ˉξ, ὅπερ τῷ πρὸ αὐτοῦ ἀριθμῷ ἡ φύσις πρὸς τῷ τέλει ἀπεπλήρωσεν, ἵν' ᾖ τοῦτο ἐπικούρημα τῷ σεβαστῷ ἀριθμῷ πρὸς τὴν ἐπιβουλὴν τὴν ἀπὸ τῶν πολλῶν. Τοιαύτη μὲν ἡ ἀπόδειξις θαυμαστή, ὡς ἔστι πάντως σεπτὰς καὶ σεβασμοῦ ἄξιος ὁ ἑπτά. Πάλιν δὲ καὶ αὐτὴ μεσότης μονάδος καὶ δεκάδος Τύχη καὶ Καιρός, Ἀθηνᾶ καὶ Ἄρης, καὶ Ἀκρεῶτις, καὶ Ἀγλεία, καὶ Ἀτρυτώνη, Φυλακῖτις, Ὀβριμοπάτρα, Τριτογένεια, Γλαυκῶπις, Ἀλαλκομένεια, Παντευχία, Ἐργάνη, Πολυαρήτη, Οὐλομέλεια, Ἀμαλθείας γένος, Αἰγίς, Ὄσιρις, Ὄνειρος, Φωνή, Αὐδή, καὶ Μουσῶν ἡ Κλειώ, εἰ βούλει δὲ καὶ Κρίσις καὶ Ἀδράστεια καὶ πολὺς φλύαρος τοιοῦτος. Οὕτω μὲν ἡ πάνσεπτος αὐτοῖς ἑπτὰς μακροτέρῳ πόνῳ μέγας καὶ πολὺς θεὸς ἀνυμνεῖται. Ἡ δ' ὀκτάς, εἰ καὶ μὴ τοῖς ἴσοις μηδ' ὀγδόῳ μέρει, ἀλλ' οὖν τῷ θεὸς αὐτοῖς εἶναι οὐδ' αὐτὴ τοῦ θρόνου ἀπερρίφη· Παναρμονίαν γὰρ αὐτὴν προσκυνοῦσι, καὶ Καδμείαν Μητέρα τε καὶ Ῥέαν καὶ Θηλυποιὸν καὶ Κυβέλην, Κυβήβην τε καὶ ∆ινδύμην καὶ Πολιοῦχον, Ἔρωτά τε καὶ Φιλίαν, Μῆτιν, Ἐπίνοιαν, Ὀρείαν, Θέμιν, Νόμον, Ἠλιτομήναν καὶ τῶν Μουσῶν τὴν Εὐτέρπην. Καὶ ἡ ἐννὰς δὲ ὑστερεῖ μὲν καὶ τῆς θειότητος καὶ τῆς μακρᾶς συγγραφῆς, οἷς ἡ ἑβδομὰς ὑπερῆρτο· πλὴν τῆς ὀκτάδος ἐγγὺς θεολογεῖται. Ὠκεανὸς γὰρ αὐτοῖς αὕτη περιρρεῖται, καὶ Ὁρίζων ἀνυμνεῖται· Προμηθέα τε αὐτὴν καὶ Ὁμόνοιαν καὶ Περσείαν καὶ Ἅλιον ἱερολογοῦσιν, Ἀνεικίαν, Ὁμοίωσιν, Ἥφαιστον, Ἥραν, ∆ιὸ187.145α ἀδελφὴν καὶ σύνευνον, Ἑκάεργον, Παιᾶνα, Νυσσηΐδα, Ἀγυιέα, Ἐνυάλιον, Ἀγελείαν, Τριτογένειαν, Ὁμονοιαν, Πειθώ, Κουρητίδα τε καὶ Κόρην, Ὑπερίονα, καὶ Μουσῶν Τερψιχόρην. Ἡ μέντοι δεκὰς αὕτη ἐστὶν αὐτοῖς τὸ Πᾶν, Θεὸς Ὑπέρθεος καὶ Θεὸς θεῶν, ὅτι δέκα χειρῶν καὶ δέκα ποδῶν δάκτυλοι, καὶ δέκα κατηγορίαι, καὶ τοῦ λόγου δέκα μέρη· ἵνα γὰρ ᾖ αὐτοῖς πάντα ἡ δεκάς, προστιθέασι τοῖς τοῦ λόγου μέρεσι προσηγορίαν καὶ παραπλήρωμα. Τί δεῖ λέγειν ὡς ἐν αὐτῇ περιλαμβάνουσι τά τε στερεὰ καὶ τὰ ἐπίπεδα, ἄρτια, περισσά, ἀρτιοπέρισσα, τέλεια, πρῶτα καὶ ἀσύνθετα, ἰσότητα καὶ ἀνισότητα, τὰς δέκα σχέσεις, τὰ σφαιρικά, τὰ κυκλικά, γεννητικά, τελεστικά, ἐναρμόνια, τὰ τοιαῦτα, ἀλλ' ὅπως αὐτοῖς Κόσμος ἡ δεκὰς καὶ Οὐρανός, Εἱμαρμένη,