«Στόμα δικαίου μελετᾷ σοφίαν·» καὶ τὸ, «Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ·» καὶ ὅμοια τῷ, «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι·» τότε ἀλη θεύοντες φήσομεν καὶ τὸ, «Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν.» Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύ 12.1641 ριος τοῦ ποιῆσαι μετ' αὐτῶν, κ. τ. ἑ. «Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν αἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης· τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων· τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων,» ἕως τοῦ, «Ὡς χειμάῤῥους ἐν τῷ νότῳ.» Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θε ριοῦσιν, κ. τ. ἑ. Οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπεί ρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. ΨΑΛΜΟΣ ΡΚʹ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσ σων, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Ἐὰν μὴ Κύριος οἰκο δομήσῃ διὰ συνεργείας τῆς παρ' αὐτοῦ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Τοῦ αὐτοῦ. Πρῶτον «ᾠκοδόμησε Κύριος τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα·» ὃς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μά την ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν. Ἀλλὰ καὶ οἱ κινή σαντες ἀπ' ἀνατολῶν, καὶ εἰπόντες, «∆εῦτε, οἰκοδο μήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον,» μάτην ἐκο πίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστέναξαν δ', οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ,ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύ ριος ᾠκοδόμει σὺν αὐτοῖς. Τοῦ αὐτοῦ. Τὸν ἐν Ἱερουσαλὴμ οἶκον οἰκο δομοῦντες μάτην ἐκοπίασαν· διὸ καθῃρέθη· οὐκ ἂν καθῃρέθη, εἰ Κύριος αὐτὸν ᾠκοδομήκει. Τὸν δὲ οἶκον τοῦ Θεοῦ, ὄντα Ἐκκλησίαν αὐτοῦ, οἱ οἰκοδομοῦντες ἀπόστολοι Χριστοῦ, καὶ οἱ τεταγμένοι ὑπ' αὐτοῦ δι δάσκαλοι, οὐ μάτην ἐκοπίασαν· Κύριος γὰρ αὐτὸν ᾠκοδόμησε. Καὶ ἄλλως δὲ οἶκον οἰκοδομοῦσιν οὐ μετὰ Κυρίου οἱ ἑτερόδοξοι, τὴν Ἐκκλησίαν πονη ρευομένων· διὸ εἰς μάτην ἐκοπίασαν. Ὁμοίως καὶ Ἰουδαῖοι. Τοῦ αὐτοῦ. Ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχὴ, ὡς οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Θεόν· ἐὰν δὲ γένηται ναὸς, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν αὐτῇ τὸν Χριστόν· καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκο δεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασι λέα· καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. Καὶ τῷ μὲν 12.1644 τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευ τέρῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, κ. τ. ἑ. Ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθη τῶν, οὕτω καὶ ἡ τοῦ Θεοῦ θεωρία τῶν αὐτῶν ἀφί στησι. Τοῦ αὐτοῦ. Ὥσπερ ὑπνοῦντες οὐδ' αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεω ροῦντες μηδ' αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν. Τοῦ αὐτοῦ. Εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἄρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ Θεοῦ πέφυκε λύειν τὸν κά ματον τῆς πρακτικῆς. Τοῦ αὐτοῦ. Εἰ ὁ ὕπνος εἴωθε σῶμα θερ μαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ ὕπνος πέπτων τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα. Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς, κ. τ. ἑ. Ἡ κληρονομία Κυρίου οὐ θυγατέρες, ἀλλ' υἱοὶ, οἵτινές εἰσι μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοιοῦτοι δὲ οἱ δίκαιοι υἱοί. ∆ιὸ τρὶς ὀφθήσονται τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Οὐδεὶς δὲ ἄδικος υἱὸς μισθός ἐστιν ἢ κληρονο μία Κυρίου. ΨΑΛΜΟΣ ΡΚΖʹ. Μακάριοι