De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀποφέρει λέγων· "Τοῦτο δὲ εἶπε περὶ 657 τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." Ἰδοὺ δὴ αὖ σαφῶς τε καὶ ἐναργῶς, ὕδωρ ζωῆς ἰσοτρόπως καὶ ἰσοσθενῶς, τὸ Πνεῦμα καὶ ὁ Πατήρ, ἤγουν ὁ Υἱός, τῇ τῆς οὐσίας ταὐτότητι παρεπομένης, οἶμαί που, τῆς ὁμωνυμίας. Ὧδε γὰρ ἔχον τῇ φύσει τὸ χρῆμα, καὶ καθ' ἕτερόν τινα τρόπον ἐπιδείξαι τις ἄν. Ἁγίου γὰρ ὄντος Θεοῦ κατὰ φύσιν, ἅγιον οὐσιωδῶς τὸ Πνεῦμά ἐστι, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τοῦ ἁγίου Θεοῦ μεταλάχοι τις ἄν. {Β.} Οὐχ ὡς ἴδιον, φασίν, ἀλλ' ὡς ἐπακτὸν ἔχοντος τὸν ἁγιασμόν, διακομίζοντός τε τῇ κτίσει παρὰ Θεοῦ. {Α.} Προηγιασμένον οὖν ἄρα τὸ Πνεῦμα, τὸν οὐχ ἑαυτοῦ τοῖς κτίσμασιν ἐνίησιν ἁγιασμόν, εἴπερ εἶναί φαμεν ἀληθὲς ὡς ἔν γε παντὶ τῷ διακομίζειν ὑπειλημμένῳ τὸ δι' αὐτοῦ τυχὸν εἰς ἑτέρους διᾴττον εἴη δή που πάντως ἂν καὶ ἕτερον παρ' αὐτό. ∆ιακομίσαι γὰρ ἂν οὔτι που τῶν ὄντων οὐδὲν ἑαυτὸ πρὸς ἑτέρους, οὐχ ὡς ἑαυτό. {Β.} Ἀληθές. {Α.} Οὐκοῦν, εἰ μὴ ἔστιν ἅγιον φύσει τὸ Πνεῦμα τὸ ἐν ἡμῖν, φραζόντων ἐκεῖνοι τίνα δὴ ἄρα λοιπὸν ἀπεκληρώσατο φύσιν. Καὶ εἰ μὴ βούλοιντο τὴν ἁγίαν ἀπονέμειν αὐτῷ, ἆρ' οὐχὶ πάντη τε καὶ πάντως ἀποκινδυνεύσειεν ἂν αὐτοῖς εἰς ἀδιάφυκτον δυσφημίαν ὁ λόγος; {Β.} Ἔοικε. Πλὴν ἐκεῖνό φασιν ὅτι Χριστὸς ἔφη περὶ αὐτοῦ· "Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Μέτοχον οὖν ἄρα φασὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ. {Α.} Ἥκιστά γε, πολλοῦ γε, οἶμαι, καὶ δεῖ. Τὸ γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, πῶς ἂν αὐτοῦ μεταλάχοι πώποτε, καὶ ἐν ἴσῳ τοῖς θύραθεν σχετικῶς ἁγιάζοιτο, καὶ ἀλλότριον ἔσται κατὰ φύσιν, οὗ καὶ ἴδιον εἶναι λέγεται; ∆εινοὶ δέ, ὡς οἴονται, τῶν θείων λόγων γεγονότες βασανισταί, καὶ ἰσχνοὶ λίαν, ἀνθότου, παρέντες τὸ κατασκέπτεσθαι δεῖν τὸ ἐτύμως ἔχον, κεκιβδηλευμένοις καὶ νόθοις ἐπινήχονται λογισμοῖς; Οὐ γάρ τοι φύσεως ἐδήλου διαφορὰν ἑαυτοῦ τε πέρι καὶ τοῦ Πνεύματος λέγων ὁ Υἱὸς ὅτι "Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Ἢ γὰρ ἂν ἔφη καὶ μάλα σαφῶς ὡς Λήψεται μὲν ἐξ ἐμοῦ τὸν ἁγιασμόν, ἀνθαγιάσει δὲ καὶ ὑμᾶς αὐτό. Φύσεως γὰρ ἐδήλου ταυτὶ τὴν εἰς ἀνισότητα διακοπὴν καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τὸν ἁγιασμὸν ἐν τῷ Πνεύματι κατεδείκνυ σαφῶς. Ἀλλὰ τουτὶ μὲν οὐκ ἔφη, λόγοις δὲ ὅτι κεχρήσεται τοῖς αὐτοῦ διὰ τὸ τῆς οὐσίας ταὐτὸν καὶ εἰσάπαν ἰσοφυές, ἰσουργόν τε καὶ ἰσοεπές, ὡς εἴπερ τι καὶ ἐνηχεῖν τοῖς ἁγίοις ἕλοιτο τυχόν, λόγον εἶναι τοῦτο Χριστοῦ. "Οὐ γὰρ λαλήσει, φησίν, ἀφ' ἑαυτοῦ οὐδέν, ἀλλὰ ὅσα ἀκούσει λαλήσει. 658" Ὥσπερ οὖν ὁ Υἱός, ὁμοούσιος ὑπάρχων τῷ Θεῷ καὶ Πατρί, Λόγος τε ὢν αὐτοῦ, τὰ αὐτοῦ λαλεῖ-" Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ," κατὰ τὴν Ἰωάννου φωνήν, ἐπεὶ μὴ ἕτερον παρά γε τὸ ἐν τῷ Θεῷ καὶ Πατρὶ τὸ θέλημα τοῦ Υἱοῦ-, κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τε καὶ λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ Χριστοῦ λαλεῖ, Πνεῦμα ὑπάρχον αὐτοῦ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν ταὐτότητι φυσικῇ τὴν αὐτοῦ δόξαν τε καὶ ταὐ- τοέπειαν ἔχον. Ἅγιον τοίνυν οὐ μεθεκτῶς οὐδὲ τῇ ἔξωθεν σχέσει τῇ πρὸς τὸν Υἱόν, ἀλλὰ φύσει καὶ ἀληθείᾳ τὸ Πνεῦμα αὐτοῦ. Καὶ ὥσπερ ἐστὶν ἀπόπληκτόν τε καὶ ἀμαθὲς ἄνθρωπον μὲν ὀνομάζεσθαι τὸν ἄνθρωπον ἀληθῶς, νοεῖσθαί γε μὴν παρὰ τοῦτο ἕτερον, οὕτω ἠλίθιον κομιδῇ Πνεῦμα μὲν ἅγιον ὀνομάζειν τὸ Πνεῦμα, τοῦ γε μὴν εἶναι κατὰ φύσιν ἅγιον ἀποσοβεῖν αὐτό, καὶ εἰς ἑτέραν ἐκτόπως καταβιάζεσθαι φύσιν. Οὐ γὰρ δόξης ἢ ὑπεροχῆς κατασημανεῖ τινα τρόπον τοὔνομα αὐτῷ, καθάπερ ἀμέλει τὸ Ἀρχὴ καὶ Θρόνος καὶ Κυριότης ἐπὶ τῶν εἰς τὸ εἶναι δι' αὐτοῦ παρε- νηνεγμένων· ἔσται δὲ μᾶλλον οἱονεὶ τῆς οὐσιώδους ποιότητος δεικτικόν, ὡσπερανεὶ καὶ τῷ Πατρὶ τὸ Πατὴρ καὶ τῷ Υἱῷ τὸ Υἱός. Καὶ εἴπερ ἐστὶ τῆς ἐσχάτης ἀσυνεσίας μήνυσις ἀκριβὴς τὸ Πατέρα μὲν ὀνομάζειν τὸν Θεόν, οὐκ εἶναι δὲ αὖ Πατέρα νοεῖν αὐτόν, ἢ καὶ Υἱὸν μὲν τὸν Υἱόν, οὐκ εἶναι δὲ τοῦτο λέγειν, πῶς ἂν ἀπαλλάξαιμεν τῶν ἐξ ἀμαθίας αἰτιαμάτων τοὺς ἁγιότητος φυσικῆς κατατολμῶντας ἀπογυμνοῦν τὸ φύσει τε καὶ ἀληθῶς ἅγιον Πνεῦμα; Εἴπερ οὖν ἅγιος κατὰ φύσιν Θεός, ἅγιον δὲ κατ' αὐτὸν καὶ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενον Πνεῦμα, τίς ἂν εἴη λοιπὸν ὁ τῆς