157
φρερίους αὐτοὶ λέγουσιν, ἀδελφοὺς δῆθεν, ὑπερχόμενος καὶ θωπεύων, πολὺς ἦν δυσωπῶν τὸν Ῥώμης ἀρχιερέα καὶ καταποτνιώμενος μὴ ἐφεῖναι Καρούλῳ τὰ κατὰ νοῦν πράττειν, μηδὲ συγχωρεῖν χριστιανοῖς ἐπὶ χριστιανοὺς στρατεύεσθαι· εἶναι γὰρ καὶ Ῥωμαίους, οὓς αὐτοὶ Γραικοὺς ὀνομάζουσι, τοῦ αὐτοῦ Χριστοῦ καὶ τῆς αὐτῆς ἐκκλησίας τοῖς 463 Ἰταλοῖς, ἔχειν δὲ καὶ αὐτὸν τοῦτον πατέρα πνευματικὸν καὶ λογίζεσθαι ἀρχιερέων ὄντα τὸν πρώτιστον. Ἤδη δὲ καὶ ὑπισχνεῖτό οἱ τὰ χρηστότερα· τὰ δ' ἦν τὸ μίαν μάνδραν γενέσθαι τὴν ἐκκλησίαν Θεοῦ καὶ ἀρθῆναι τὸ μέσον σκάνδαλον, ἀνόνητα ἐπεισφρῆσαν ἐκ παλαιτέρου ταῖς ἐκκλησίαις· μηδὲ γὰρ εἶναι λοιπὸν ἐμποδὼν τοῦ μὴ ταῦτα γίνεσθαι, ἀποκατασταθείσης τοῖς ἐξορίστοις τῆς πόλεως. Ταῦτά τε συχνάκις διεμήνυε καί, χρυσὸν πέμπων καδδηναλίοιςστρό φιγξιν ὁ Ἕλλην εἴποι, ὡς θύρας οὔσης τοῦ πάπα κατὰ τὴν Χριστοῦ μίμησιν καὶ οἷς ἄλλοις ἐπίστευε φίλοις, εὔοδα τὰ τῆς πρὸς τὸν πάπαν ἱκετείας καθίστα, καὶ ὁ Κάρουλος ἐκωλύετο. Αὐτὸς δὲ καὶ πλέον ὁ βασιλεὺς τὴν πρὸς τὴν ἐκκλησίαν εἰρήνην ἐπισυνδέων, τοὺς μὲν ἐκεῖθεν ἐρχομένους, καὶ μᾶλλον εἰ τῆς ἐκκλησίας ἐκείνης εἶεν, φιλοφρόνως προσίετο, ὡς καί ποτε τὸν Κροτώνης ἐπίσκοπον, ἄνδρα λόγιον ὄντα καὶ διγλωσσοῦντα κατ' ἐπιστή μην τὴν θείαν, ὃν καὶ τῷ πατριάρχῃ πέμπων καὶ κυβερνῶν, μετὰ καιρὸν μετημφίαζε πρὸς τὸ Ἑλληνικώτερον· καὶ ἐκκλησίαν διδόναι οἱ τῷ λόγῳ τῆς ἐπιδόσεως, ὡς σχολάζοντι τῆς λαχούσης, ἤθελέ τε καὶ ᾠκονόμει· κἂν ἐγένετο, εἰ μή γε φωραθεὶς ἐκεῖνος εἰς δύσνοιαν καὶ τῶν ἡμετέρων βλάβην, τὸ μὲν καθ' Ἕλληνας ἐστολίσθαι καὶ πάλιν εἶχε, τὴν δὲ βασιλικὴν εὐμένειαν ἀπολωλεκώς, περί που τὴν Ποντοηράκλειαν ἐξωρίζετο. Τέως δ' οὖν τῇ ἐκκλησίᾳ οὐκ ἦν ἐμποδὼν κατὰ πᾶν ἐκείνῳ συγχρᾶσθαι, οὕτως ἔχοντι. Ἄλλους δὲ καὶ πολλούς, πλείστους φρερίους, ἐδέχετο καὶ πρὸς τὴν ἐκκλησίαν ἔπεμπεν ἀρχιερεῦσι καὶ πατριάρχῃ, ἐκ τῆς πρὸς σφᾶς αὐτῶν κοινωνίας ἐν ψαλμοῖς, ἐν ταῖς ἐπὶ τῶν ἀδύτων εἰσαγωγαῖς τε καὶ στάσεσιν, ἐν μεταλήψει τοῦ θείου ἄρτου, ὃν ἀντίδωρον λέγουσιν, ἐκ πάντων ἄλλων, πλὴν μεταλήψεως οὐ γὰρ ἔχρῃζον, τὴν εἰς ἐγγύας κειμένην τῶν ἐκκλησιῶν εἰρήνην κατεμ πεδῶν τε καὶ προασφαλιζόμενος.
θʹ. Ὅπως πρέσβεις ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας ἀπέστελλεν. Ἔπεμπε δὲ καὶ ἄνδρας ἐκκλησιαστικούς, πολὺ τὸ ἀξιοπρεπὲς ἔκ τε τοῦ τρόπου καὶ ὀφφικίων ἔχοντας, πρὸς τὸν ῥῆγα Φραγγίας, αὐτάδελφον μὲν τοῦ Καρούλου τὸ γένος ὄντα, τοὺς τρόπους δὲ ἥκιστα ἀδελφίζοντα. Οἱ 465 δ' ἦσαν ὅ τε τῆς ἐκκλησίας χαρτοφύλαξ ὁ Βέκκος καὶ ὁ τοῦ βασιλικοῦ ἀρχιδιάκονος κλήρου Μελιτηνιώτης· οἷς δὴ καὶ οὐκ ἐκχωροῦν εἰς Βρεντήσιον διαπεραιοῦσθαι καὶ γῇ χρωμένους βαδίζειν, τὴν μὲν μέχρι καὶ Αὐλῶνος ὁδόν, ἵπποις χρωμένους, ὁδεύειν παρεῖχεν, ἐκεῖθεν δέ, νηὸς ἐπιβάντας καὶ θάλασσαν τέμνοντας, τὴν ἐς τὸν ῥῆγα, ὅπου ποτ' ἂν εὑρεθείη διάγων, ποιεῖσθαι διαπεραίωσιν. Ἦν δέ οἱ ὁ τῆς πρεσβείας σκοπὸς κἀκεῖνον δώροις καὶ λόγοις ὡς δυνατὸν ἐκμειλίσσεσθαι καὶ παρασκευάζειν, εἰρηνικὸν ὄντα ταῖς φήμαις, γράφειν μὲν καὶ πρὸς τὸν ἀδελφὸν τὰ εἰκότα καὶ τὸ θράσος ἐκμαλάττειν καὶ τὰς ὁρμὰς ἐκείνου ἀνέχειν· ῥᾷον γάρ, ὡς καί τινα οἴεσθαι, πρῶτον ὄντα καὶ ῥῆγα τετιμημένον ἀρχῆθεν καὶ ἐπὶ μεγαλειότητι ἐξουσίας τιμώμενον, πρὸς δὲ καὶ τοὺς τρόπους εὐθύν, τὸν δεύτερον καὶ χθὲς εἰς ῥῆγα τετιμημένον, πρὸς δὲ καὶ τῇ ἐξουσίᾳ λειπόμενον καί γε σκολιὸν πείθειν· μηδὲ γὰρ ἀπευθύνεσθαί ποτε τὸ ὀρθὸν πρὸς τὸ σκολιόν, μηδ' ἀποσκολιοῦσθαι, ἀλλὰ τὸ σκολιὸν πρὸς τὸ εὐθύ, παρ' ὃ καὶ ἡ προσηγορία τῆς ποιότητος εἴληπται. Εἰ μὲν οὖν πείθοι· εἰ δ' οὖν, ἀλλ' οὖν ἐντυγχάνειν τῷ πάπᾳ ὑπὲρ Γραικῶν, ἀδελφῶν καὶ αὐτῶν ὄντων καὶ τοῦ αὐτοῦ ἠξιωμένων ὀνόματος, καὶ οὕτως ἐκκόπτειν πειρᾶσθαι τὰ κατὰ τῶν Ῥωμαίων τοῦ ἀδελφοῦ μηχανήματα. Ταῦτα τοῦ βασιλέως ἀναθεμένου τοῖς πρέσβεσιν, ὑπὸ μεγάλῃ θεραπείᾳ λαοῦ τε καὶ βασιλικῶν εἰκόνων καὶ ἐκπωμάτων καὶ βαρείας ἐξόδου, ὡς καὶ φανέντας μόνον ἐκπλῆξαι, ἐξῄεσαν. Ὡς δ' Αὐλῶνα φθάσαντες καὶ νηὸς ἐπιβάντες, Παχύνῳ ἄκρᾳ Σικελίας