De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἑτερότητος τρόπος, φημὶ δὲ τῆς κατ' οὐσίαν; Ἢ πῶς οὐχ ἁλοῖεν ἂν σαθροὶ καὶ ὀλιγογνώμονες οἱ κτίσει συγγράφοντες τὸ δι' οὗ καὶ ἐν ᾧ θεότητος φύσις ἐστὶν ἐν ἡμῖν; Οὐ γὰρ ἐν κτίσματι μεθεκτὸν τὸ ὑπὲρ τὴν κτίσιν; ἢ οὐκ ἀληθὴς ὁ λόγος; {Β.} Καὶ μάλα. {Α.} Τί δέ; Οὐχὶ σοφός, μᾶλλον δὲ αὐτόχρημα σοφία Θεός; {Β.} Καὶ πῶς τοῦτο ἀμφίλογον; {Α.} Σοφὰ δὲ ἐν τίνι τὰ σοφούμενα, φράζε δή μοι πάλιν. {Β.} Ἐν σοφίᾳ δηλονότι. {Α.} Οὐκοῦν εἰ σοφοῖ τὸ Πνεῦμα τὰ σοφίας δεκτικά, σοφία που πάντως ἔσται καὶ νοηθήσεται. Τοῦτο δὲ ἔφαμεν εἶναι τὸν Θεόν. {Β.} Τί οὖν, εἰ καὶ ἄνθρωποι καὶ ἄγγελοι, φασί, σοφοί 659 τέ εἰσι καὶ εἰς τὸ σοφοῦν ἑτέρους ἐπιτήδειοι; {Α.} Ἀλλ' οὐ σοφίαν, ὦ τᾶν, τοῖς παρὰ σφῶν σοφοῦσθαι λεγομένοις ἐνιέντες ὡς Θεός, ἀλλ' εὐμαθείας τῆς σφῶν κοινωνοὺς ἀποφαίνοντες. Χρησμῴδημα γὰρ ἁγιοπρεπὲς φαίην ἂν ἔγωγε τὸ "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε." Τὸ δέ γε Πνεῦμα τὸ ἅγιον ἰσουργεῖ τῷ Θεῷ. Ὥστε, εἴπερ τῷ κατὰ μέθεξιν καὶ ἐναυλισμὸν ἑαυτὸ χαρίσαιτο, σοφόν που πάντως ἀποτελεῖ δι' ἑαυτοῦ, καὶ τῆς ἀνωτάτω φύσεως ἀποπληροῖ τὴν ἔν γε τούτῳ πάλιν ἐνέργειαν. Καὶ γοῦν πρὸς Μωσέα μὲν ἔφη τὸν ἱεροφάντην ὁ πάντα ἰσχύων Θεός· "Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός·" Καὶ μὴν καὶ ἑτέρωθι δι' ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἰουδαίων ἀγέλης ὅτι "Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως πιστεύσουσιν." Ἐν δέ γε ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ χρῆμα πράττεται· "Καὶ ἤρξαντο γάρ, φησί, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς." Χριστοῦ δὲ αὖ λέγοντος τοῖς ἰδίοις μαθηταῖς ὡς ἀχθήσονται μὲν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἥκιστα δ' ἂν αὐτοὺς δεδιέναι πρέποι· "Μὴ γὰρ δὴ μεριμνᾶτε, φησί, τί εἴπητε ἢ τί λαλήσητε. Ἐγὼ γὰρ δώσω ὑμῖν γλῶτταν τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ φύσει," τὸ Γράμμα τὸ ἱερὸν ἐκπεπεράνθαι φησὶ τοῖς ἁγίοις τὴν ὑπόσχεσιν. Αὐτὸς γὰρ ἔφη Χριστός· "Οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." Πῶς οὖν ἔτι κτιστὸν καὶ πεποιημένον καὶ τῆς ἀνωτάτω φύσεως ἐν δευτέροις καὶ ἐν ὑφέσει λοιπὸν τὸ ὡς σοφία σοφοῦν, καίτοι σοφίας ὄντος τοῦ Θεοῦ; Πῶς δὲ τὸ πάντα εἰδὸς καὶ τὰ βάθη τοῦ Θεοῦ πολυπραγμονοῦν τοῖς οὐκ εἰδόσι τὰ ἐν Θεῷ συντε τάξεται, καὶ δουλοπρεπῆ τὴν δόξαν ἐφ' ἑαυτῷ πρὸς ἡμῶν εἰσδέξεται, καίτοι τοῦ Σωτῆρος λέγοντος ἐναργῶς· "Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος;" Εἰδὸς οὖν ἄρα τὸ Πνεῦμα τὰ ἐν Θεῷ καὶ Κυρίῳ τῷ κατὰ φύσιν, πῶς οὐκ ἐλεύθερον καὶ ὑπὲρ τὴν κτίσιν; Πῶς δὲ οὐχὶ τὸ ὑπὲρ τὴν κτίσιν τῇ τῆς οὐσίας ταὐτότητι συντετάξεται μὲν τῷ Θεῷ καὶ Πατρί, συντετάξεται δὲ αὖ τῷ Υἱῷ; ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν αὐτῷ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.