1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

158

προσέσχον, μανθάνουσι πέραν πρὸς Καρχηδόνα, ἣν Τούνισιν λέγουσιν, ἀπελθόντα τὸν ῥῆγα τοῖς κατὰ Λιβύην Αἰθίοψι πολεμεῖν. Καὶ δὴ ἐφ' ἡμέραις ἐκεῖσε ναυλοχησάμενοι, ἀπαυτόθεν εὐθὺ Τουνίσεως ἤλαυνον, τὸ Σικελικὸν καταμετρούμενοι πέλαγος, ἐφ' οὗ 467 δὴ καί, ναυαγίῳ χρησάμενοι, παρ' ὀλίγον ἦλθον τοῦ βυθισθῆναι. Ὡς δὲ μόλις πολλὰ παθόντες ἀπέβαινον, τῷ μὲν ῥηγί, ἐν ἀρρωστίᾳ ὄντι χαλεπῇ, προσελθόντες, τὰ βασιλικὰ ἐνεχείριζον γράμματα· ὁ δὲ ῥήξ, μὴ ἔχων ὅ τι καὶ δρῴη, τοῦτο μὲν ἀρρωστῶν, τοῦτο δὲ καὶ πολέμοις ἐνασχολούμενος, ἀνήρτα τε τούτοις τὰ πράγματα καὶ πρὸς τῷ νοσοκομεῖσθαι ἦν. Οἱ δὲ καθ' ἡμέραν θέαμα ἑώρων ἐλεεινὸν Ἀγαρηνῶν μεταξὺ καὶ Λατίνων· ἔξω γὰρ θαλάσσης ἐπιταφρευσάμενοι, Ἰταλοὶ ὀχυρώματι ἐχρῶντο τῇ τάφρῳ, τὸ μεταξὺ κατέχοντες· Αἰθίοπες δέ, Καρχηδόνι φρουρίῳ τε καὶ ὁρμητηρίῳ χρώμενοι, εἶχον μὲν ἐν ἀσφαλεῖ καθῆσθαι, εἶχον δὲ καί, ὅπῃ παρείκοι, θαρρούντως ὁρμᾶν. Καὶ συνεχῶς καθ' ἡμέραν διεπολέμουν πρὸς ἀλλήλους, ὡς πλείστους ἀμφοτέρωθεν πίπτειν. Ἐπέκειτο δὲ καὶ λοιμὸς ἰσχυρός, ἔθνῃσκον δ' ἐπασσύτεροι, καὶ ὁ θάπτων οὐκ ἦν, πυραὶ δὲ νεκύων οὐ καίοντο κατατεθνηώτων. Ἡ τάφρος δ' ἐκείνη, εὐρεῖά τε καὶ βαθεῖα οὖσα, οὓς ζῶντας ἐτήρει, τούτους καὶ θανόντας ἐδέχετο, καὶ οὕτω πλείστους ὥστε καὶ ἀναχωματοῦσθαι κατὰ μέρη κινδυνεύειν ἀγχωμαλοῦσαν· οὕτω συχνοί, ἔνθεν μὲν τῷ πολέμῳ, ἐκεῖθεν δὲ τῷ λοιμῷ, ἔπιπτον. Ὁρμὴ δ' ἐκείνοις ἀνέζει, ὡς ὑπὲρ σταυροῦ κινδυνεύουσι. Τότε καὶ ὁ ῥήξ, ἐπεὶ χεῖρον εἶχε καί οἱ τὰ τῆς σωτηρίας ἀπέγνωστο, ὅσον ἦν χρηματίσας ἐκείνοις καὶ δείξας ῥοπὴν πρὸς εἰρήνην ἔχων καί γ' εἰ περιέσται καὶ συγκροτήσων εἰς δύναμιν, ἐκέλευεν ἀναμένοντας ἡσυχάζειν. Ἐπεὶ δὲ τῆς ἐπιούσης ἐπέστη οἱ τὸ χρεὼν καὶ ἤδη ὁ ῥὴξ ἐτελεύτα, οἱ μὲν ἀμφ' ἐκεῖνον, εὐθὺς ἐνσκευασάμενοι τὸν νεκρὸν ἐκείνου, ὡς ἐν πληροφορίᾳ ᾠκειωμένου Θεῷ, μύροις ἀλείφοντες καὶ βράσμασι λεβήτων ἐνέψοντες, τιμίοις χηλοῖς ἐναπετίθουν τὰ λείψανα, ὡς τῇ πατρίδι ἀνακομίσοντες, οἱ δέ γε πρέσβεις κεναῖς, ὃ λέγεται, τῶν ὑπεσχημένων ὑπέστρεφον ταῖς χερσίν. Ἀλλ' ὁ βασιλεὺς οὐκ ἠφίει προσμηχανᾶσθαι, ἁμαρτὼν τῶν ἐκ τοῦ ῥηγός, ἀλλὰ πολλοῖς ἑτέροις μεσολαβοῦσι πρὸς πάπανἡ γὰρ τοῦ Καρούλου ἐπί θεσις ἔπειθε, τὰ τοῦ σκοποῦ διανύειν ἐξ ἅπαντος ἐπειρᾶτο. Οὐ μὴν δὲ καὶ τῶν εἰς παρασκευὰς κατερρᾳθυμημένως εἶχε καὶ ἀμελῶς, ὡς ἐκεῖθεν μόνον προσδοκῶν ἀποχρώντως γενήσεσθαι, ἀλλὰ καὶ αὐτὸς ὡς εἶχε παρεσκευάζετο. 469

ιʹ. Ὅπως, ἀκουομένου τοῦ στόλου, τὰ κατὰ πόλιν ὁ βασιλεὺς παρεσκευάζετο. Εἰσαγαγὼν γοῦν ἔξωθεν σῖτον, ὥστε πύργους πληρῶσαι τῷ πλήθειτὸν λοιπὸν τοῖς πολίταις παρεῖχεν εἰς φυλακήν, ὡς κατὰ καιρὸν αὖθις ἀντιπα ρέξουσιν, καὶ χοίρων ὅλας ἀγέλαςκαὶ αὐτοὺς ἐπεμέριζε τοῖς πολίταις, ἀνὰ δέκα καὶ πλέον ἢ καὶ ἐλλεῖπον ἑκάστῳ διδούς, ὥστε σφάττειν καὶ αὐτούς, ἀποκερδαίνοντας τὰ ἐντόσθια, τὰ ταρίχη τῷ κοινῷ φυλάττειν, ὅπλα τε μυρία καὶ ὀϊστοὺς καὶ ὄργανα πετροβόλα, ὁπλοτέχναις καὶ μηχανικοῖς τὸ ἱκανὸν παρέχων, ἡτοίμαζε καὶ τὸ ναυτικὸν ἐξήρτυεν ἅπαν. Οἰκοδόμους τ' ἐπιστήσας πλείους καὶ ἐπιστάτας, ἐδιδύμου τὸ τεῖχος τῆς πόλεως τὸ πρὸς θάλασσαν· τὸ γὰρ πρὸς τὴν γῆν δεδίπλωτο πάντως. Καὶ λαὸν πλεῖστον καὶ μάχιμον, ὅσον ἀποχρῶντα τοιαύτῃ παρασκευῇ πολέμου ᾤετο, ἐξ αὐτῆς διέταττεν, ὡς εἰς καιρὸν εἰσαχθησομένους ἅμ' ὅπλοις καὶ δαπανήμασι. Πέμπων τε τοὺς μὲν τῶν κατ' αἰγιαλοὺς κατωχύρου καὶ νήσους, τοὺς δ' ἀνέστελλε. Καὶ τὸ ἐν Βλαχέρναις νεώριον οὐκ ἀποδεχόμενος, ὡς κατὰ πρόσωπον παρέ χον ταῖς ναυσὶ πρὸς τὰς τῶν ἐχθρῶν τὴν μάχηντὸ δὲ κατὰ πρόσωπον δυσχερὲς εἶναι ὡς ἀντιστατούσας ἰσχυρῶς μάχεσθαι, τὸν ὅμοιον τρόπον καὶ τῷ παλαιῷ νεωρίῳ προσήχθετο λέγω δὲ παλαιὸν οὐχ ᾧ χθὲς καὶ πρώην Λατῖνοι ἐχρῶντο, τῷ πρὸς τῇ μονῇ τοῦ Εὐεργέτου Χριστοῦ, ἀλλὰ τὸ πρὸς τῇ πύλῃ τοῦ Νεωρίου, ἐκεῖθεν ὠνομασμένῃ, ὡς παντὸς τοῦ κατὰ θάλασσαν Κέρατος λιμένος ὄντος καὶ ταὐτὸν ταῖς Ῥωμαίων ναυσὶν ὅσον καὶ ταῖς τῶν ἐχθρῶν διδόντος. Ἀλλ' εἰδὼς τὸ κατὰ νώτου γινομένας μάχεσθαι ὅσον