παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται, κ. τ. ἑ. Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως. «Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν;» Ἢ τίς παῤῥησιάσεται καθα ρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; «Καὶ οὐδεὶς, φησὶ, κα θαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ.» Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, κ. τ. ἑ. Ὁ παρὰ τῷ Κυρίῳ ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἐστιν· «Αὐτὸς γὰρ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, κ. τ. ἑ. Ἡ διὰ τοῦ Θεοῦ ὄνομα ὑπομονὴ κρείττων τῆς δι' ἄλλο τι. Καὶ εἰς λόγον τοῦ Κυρίου γενομένη ἡ ψυχὴ, ἐπαινετῶς ὑπομένει. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, κ. τ. ἑ. Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ. Τοτηνικαῦτα ὁ νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ 12.1649 πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα. ΨΑΛΜΟΣ ΡΛʹ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεω ρίσθησαν οἱ ὀφθαλμοί μου, κ. τ. ἑ. Αὗται φω ναὶ δικαίου ἐν χαρίσμασι μεγάλοις καὶ θαυμα σίοις μὴ τετυφωμένου, μηδὲ ὑπεραιρομένου, μηδὲ φυσιουμένου, ἀλλὰ καὶ ἐν τούτοις ταπεινοφρονοῦν τος. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυ χήν μου. Ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου, κ. τ. ἑ. Ὡς ὁ Ἰσαὰκ καὶ ὁ Σαμουὴλ ἀπεγαλακτίσθησαν, οὕτως καὶ οὗτος ἐκείνους καὶ τοὺς ὁμοίους αὐτοῖς μιμησάμενος. Οὐχ ὑψοῦται δὲ ἡ ψυχὴ τοῦ ἀπογαλακτισθέντος τινὸς ὑψοῦντος αὐτὴν, ἀλλ' ὑψοῦται ἐπὶ τὴν ἑαυτοῦ μητέρα, περὶ ἧς εἴρηται· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν,» καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Τῇ τοῦ ἀπογεγαλακτισμένου ψυ χῇ ἀποδίδωσιν ὁ Κύριος μισθὸν τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἐν μὲν τῇ πρὸ ταύτης ᾠδῇ λέλεκται· «Ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον·» ἐν δὲ ταύτῃ καὶ ἕως πότε; «∆ιὰ τὸ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Μετ' ἐκεῖνον γάρ τις ἀπολαύει τὰ ἐλπιζό μενα. ΨΑΛΜΟΣ ΡΛΑʹ. Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ, κ. τ. ἑ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται, κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται. Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν Κύριον. Πραότης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν. Τοῦ αὐτοῦ. Ἀντὶ «πραότητος» Ἀκύλας «κακουχίαν» ἐξέδωκεν· ὁ δὲ Σύμμαχος «κάκωσιν,» ἡ δὲ πέμπτη «ταπείνωσιν.» Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, κ. τ. ἑ. Τό πος Κυρίου ὁ νοῦς καθαρός. Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, κ. τ. ἑ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Ὥσπερ ἐνδύε ταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν, καὶ τὰς λοι πὰς ἀρετάς. 12.1652 ΨΑΛΜΟΣ ΡΛΒʹ. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώ γωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώ γων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαί νει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται διὰ τῆς πρα κτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὤα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας. Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν, κ. τ. ἑ. Ἐν τῷ ∆ευτερονομίῳ Μωϋ σῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἀερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανείρ. Ἔστι δὲ