159
θαρραλεώτερον μὲν ἀνδράσιν, ἀσφαλέστερον δὲ πράγμασι, τὸ πρὸς τῷ Βλάγκᾳ Κοντοσκέλιον ἀνοικοδομεῖν ἤθελεν, ὥστε γυρῶσαι μὲν μεγί σταις πέτραις τὸν κύκλῳ τόπον, ἐμβαθῦναι δὲ τὴν ἐντὸς θάλασσαν, ἄργυρον χυτὸν ἐμβαλόντα, ἐποικοδομῆσαί τε καὶ στέγη ταῖς ναυσὶν ἀποχρῶντα, 471 πύλας δ' ἐπιθεῖναι ἀραρυίας ἐκ σιδήρου τῇ ἐν ταῖς πέτραις εἰσίθμῃ ἔξωθεν, ὥσθ' ἅμα μὲν ἀσφαλῶς ἔχειν τὸν στόλον, ἅμα δὲ καὶ ταῖς τῶν ἐχθρῶν ἀναγομέναιςμὴ γὰρ εἶναι διὰ τὸ ῥοῶδες τῆς θαλάσσης ἵστασθαικατόπιν ἐμπίπτειν τὰς ἡμετέρας. Ἠσφαλίζετο δὲ καὶ τοὺς ἐπὶ τῆς Περαίας Γεννουίτας, ὡς μὴ συνεπιτιθῶνται, στέργοντες τὰς σπονδάς, οὐ μὴν δὲ ἀλλὰ καὶ ἄλλως φυλάττοιντο τὴν πρὸς τοὺς ἐπελευσομένους κοινωνίαν, κἂν ἀπόσχοιντο τοῦ πρὸς ἐκείνους πολέμου διὰ τὸ γένος, ἄλλως δὲ καὶ παρέσπα καὶ ἰδίους ἐποίειλιζίους εἶπεν ἄν τις ἐκείνωνταῖς εὐμενείαις. Καὶ ταῦτα πράττων καὶ κατασκευαζόμενος, πρεσβείας αὖθις συχνὰς ἀποστέλλειν οὐκ ἀπώκνει παρὰ τὸν πάπαν διὰ θαλάσσης, καὶ μᾶλλον ὅτι καὶ συνεχῶς οἱ πάπαι ἀπηλλάττοντο τῷ θανάτῳ. Καὶ τὸ τῶν πρεσβειῶν κεφάλαιον ἡ τῶν ἐκκλησιῶν ἕνωσις καὶ τοῦ παλαιοῦ σκανδάλου ἀναίρεσις. Συγκρίνων γὰρ τὸ ἐπὶ τοῦ ∆ούκα Ἰωάννου συνοδικῶς γεγονὸς παρ' αἰτίαν τοῦ ἀποστέλλειν ἐκεῖθεν καὶ συμμαχεῖν τοῖς ἐν τῇ πόλει ἀποσχέσθαι, ὡς ἑτοίμων τῶν ἡμετέρων ὄντων λειτουργεῖν ἐκεῖσε καὶ μνημονεύειν τοῦ πάπα, ταῦθ' ὑπισχνουμένουκαὶ ἀπεστέλλοντο ὅ τε Σάρδεων Ἀνδρόνικος καὶ ὁ Κυζίκου Γεώργιος, καὶ τάχ' ἂν ἐγεγόνει, εἰ ἐκεῖνοι κατεδέχοντο, συγκρίνων οὖν ἐκεῖνο πρὸς τοῦτο καὶ ἀναγκαστικώτερον εὑρίσκων τὸ νῦν ἢ τὸ πρότερον, ὅσῳ τότε μὲν προσλαβεῖν ἠπείγοντο τὸ μὴ παρ' αὐτοῖς ὄν, νῦν δ' ἀποβαλεῖν τὰ ἐν χερσὶ κινδυνεύουσι, τὰ αὐτὰ προὔτεινε καὶ οὗτος τοῖς πάλαι· μηδὲ γὰρ ἄλλως ἔχειν πείθειν τὸν πάπαν ὑπερμαχεῖν τῶν Γραικῶν, εἰ μὴ ταῦτα λέγοι καὶ πράττοι· προσίστατο γὰρ τὸ σκάνδαλον, καὶ τὸ λευκοὺς Ἀγαρηνοὺς εἶναι Γραικοὺς παρ' ἐκείνοις μεῖζον ᾔρετο. Ταῦτ' ἄρα 473 καὶ ᾠκονόμει διὰ μὲν τῶν τοιούτων εἰρηνικῶν σπονδῶν τὸ σκάνδαλον λύεσθαι, διὰ δὲ τῆς τοῦ σκανδάλου λύσεως ἐπισχεθῆναι τῷ Καρούλῳ τὸν στόλον, διὰ δὲ τούτου πάλιν ἀσφαλῶς τοὺς Ῥωμαίους ἔχειν καὶ μή, χθὲς καὶ πρὸ τρίτης μόγις ἰδόντας τὴν πατρίδα καὶ δυσχερῶς ἐπανασωθέντας, πάλιν ἀφέντας, ἐπανακάμπτειν, πρὸς τῷ καὶ ἄλλως ἐξῆφθαι τοῖς πλείστοις κίνδυνον. Ταῦτα διανοούμενος, πολὺς ἦν καὶ πατριάρχην πείθων καὶ σύνοδον. Οἱ δ' ἀφωσιωμένως οὕτω καὶ ἐπιπολαίως ἀκούοντες, πτερῷ, τὸ τοῦ λόγου, τὰ ὦτα κνωμένοις ἐῴκεσαν. Οὐ γὰρ ἦν αὐτοῖς ἀντιστῆναι τὸ πρῶτον καὶ ἀπολέγειν τέλεον, ἀλλὰ μένειν καὶ αὖθις ἐν τῇ κυρίᾳ τὴν ἐκκλησίαν ἡγούμενοι, καθὼς καὶ ἀρχῆθεν εἶχε, καὶ μὴ παρὰ καπήλων κινδυνεύειν κρίνεσθαι καὶ βαναύσων, πρῶτον μὲν οὐκ εἶχον εἰς νοῦν οὕτως ἐν ἀκαρεῖ τελεσθῆναι τὸ παρὰ τοῦ βασιλέως κινούμενον, ἀλλ' ὡς καὶ πολλάκις, κινησάντων βασιλέων ἄλλων, τὰ περὶ τούτων, ἀνακυπτουσῶν αἰτιῶν, ἐκωλύετο, οὕτω γενέσθαι καὶ τότε, δεύτερον δὲ ὡς, εἰ καὶ μὴ γένοιτο, μὴ ἂν οὕτως ἀρθῆναι μέγα τὸ καθ' ἡμᾶς σκάνδαλον. Ἐν τούτοις μὲν οὖν τὰ ἐκείνων ἦσαν, καὶ φρερίοις μὲν καὶ λοιποῖς Ἰταλοῖς ἀγαπητικῶς προσεφέροντο καὶ ὅσον ἦν τὸ κατὰ χριστιανοὺς οὐ διίσταντο, ἐπὶ δὲ τῷ πλέονι οὐδ' ἐγνωσιμάχουν, μαμάκουθοί τινες ὄντες ἤτί ἂν εἴποιμι; ἀναισθήτως τῶν πραττομένων ἔχοντες· ἔδει γὰρ ἀρχῆθεν ἐπέχειν καὶ ἀντισπᾶν, μὴ καταδεχομένους, κἂν ὅ τι γένοιτο, εἴπερ τῶν ἀπηγορευμένων ἐνόμιζον τὸ τελούμενον. Ἀλλ' ἐκεῖνοι, ἐν ἀσφαλεῖ τὴν ἐκκλησίαν ἔχειν οἰόμενοι, ὡς προείρηται, καθ' ὅ τι καὶ πράξοι νομισθὲν συμφέρον, ἡσύχαζον καί, κινουμένων παρὰ βασιλέως τῶν τοιούτωνἐπὶ πολὺ γὰρ ἐτρίβετο τὸ κινούμενον, κατημέλουν καὶ ὡς οὐδὲν ἐνόμιζον.
ιαʹ. Ὅπως, σταθέντος πάπα τοῦ Γρηγορίου, ὁ βασιλεὺς πρὸς τὴν μετ' ἐκείνου εἰρήνην ᾠκονομεῖτο. Τέλος τοῦ κατὰ Συρίαν Γρηγορίου, ἀνδρὸς διαβεβοημένου εἰς ἀρετὴν καὶ ζηλωτοῦ τῆς ἀρχαίας τῶν ἐκκλησιῶν εἰρήνης καὶ ὁμονοίας, εἰς τὸ