159
Λύχνους(13) οὖν ἐνταῦθα φάναι τὴν ἁγίαν Γραφὴν ὑπονοῶ τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος, ἤγουν τὰ χαρίσματα τοῦ Πνεύματος, ἅπερ δωρεῖσθαι τῇ Ἐκκλησίᾳ πέφυκεν ὁ Λόγος, ὡς κεφαλὴ τοῦ παντὸς σώματος· «καὶ ἐπαναπαύσεται γὰρ ἐπ᾽ αὐτόν», φησίν, «Πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει (14Γ_268> αὐτὸν πνεῦμα φόβου Θεοῦ». Εἰ δὲ τῆς Ἐκκλησίας κεφαλὴ κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητός ἐστιν ὁ Χριστός, ἄρα τῇ Ἐκκλησίᾳ δεδώρηται ὁ κατὰ φύσιν ἔχων τὸ Πνεῦμα τὰς ἐνεργείας τοῦ Πνεύματος, ὡς Θεός· ἐμοὶ γὰρ ὁ Λόγος γενόμενος ἄνθρωπος(14), ἐμοὶ καὶ τὴν ὅλην πραγματεύεται σωτηρίαν, διὰ τῶν ἐμῶν ἐμοὶ τὰ οἰκεῖα αὐτῷ κατὰ φύσιν ἀντιδιδούς, δι᾽ ὃν καὶ ἄνθρωπος γέγονεν, καί, ὡς λαμβάνων δι᾽ ἐμέ, ποιεῖται τῶν οἰκείων τὴν ἔκφανσιν, καὶ ἑαυτῷ μὲν τὴν ἐμήν, ὡς φιλάνθρωπος, λογιζόμενος χάριν, ἐμοὶ δὲ τὴν οἰκείαν αὐτοῦ κατὰ φύσιν τῶν κατορθωμάτων ἐπιγραφόμενος δύναμιν, δι᾽ ὃν καὶ νῦν λαμβάνειν λέγεται τὸ φύσει προσὸν ἀνάρχως καὶ ὑπὲρ λόγον. Τὸ γὰρ Πνεῦμα τὸ ἄγιον, ὥσπερ φύσει κατ᾽ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτως καὶ τοῦ Υἱοῦ φύσει κατ᾽ οὐσίαν ἐστίν, ὡς ἐκ τοῦ Πατρὸς οὐσιωδῶς δι᾽ Υἱοῦ γεννηθέντος ἀφράστως ἐκπορευόμενον καὶ τῇ λυχνίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ, καθάπερ λύχνους τὰς οἰκείας ἐνεργείας δωρούμενον· λύχνου γὰρ τρόπον τὸ σκότος λύοντος πᾶσα τοῦ Πνεύματος ἐνέργεια τὴν πολύτροπον γένεσιν τῆς ἁμαρτίας ἐξωθεῖσθαι τῆς Ἐκκλησίας καὶ ἀπελαύνειν πέφυκεν. Ποιεῖται γὰρ ἡ μὲν σοφία(15) τῆς ἀνοίας ἀναίρεσιν, ἡ δὲ σύνεσις τῆς ἀνεπιγνωμοσύνης ἀφαίρεσιν, ἡ δὲ βουλὴ τῆς ἀδιακρισίας κατάργησιν, ἡ δὲ ἰσχὺς τῆς ἀσθενείας ἐξήλωσιν, ἡ δὲ γνῶσις τῆς ἀγνωσίας ἀφανισμόν, ἡ δὲ εὐσέβεια τῆς ἀσεβείας καὶ τῆς ἐπ᾽ αὐτῇ τῶν ἔργων φαυλότητος διωγμόν, ὁ δὲ φόβος τῆς καταφρονήσεως ἀπελαύνει τὴν πώρωσιν· φῶς γὰρ οὐ μόνον τὰ προστάγματα, ἀλλὰ καὶ τὰ ἐνεργήματα τυγχάνει τοῦ Πνεύματος.
Λύχνοι δὲ πάλιν τυγχάνουσι(16) παντὶ τῷ βίῳ διὰ τῆς Ἐκκλησίας τὸ φῶς τῆς σωτηρίας πυρσεύοντες καὶ οἱ συμπληροῦντες βαθμοὶ τὴν κατ᾽ αὐτὴν εὐκοσμίαν. Οἷον· ὁ σοφὸς τῶν θείων καὶ ὑψηλῶν δογμάτων τε καὶ μυστηρίων διδάσκαλος λύχνος (14Γ_270> ἐστὶ ἐκκαλύπτων τὰ τέως τοῖς πολλοῖς μὴ φαινόμενα· ὁ μετὰ συνέσεως καὶ ἐπιστήμης κατακούων τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας ἄλλος ὑπάρχει λύχνος, ὡς συνετὸς ἀκροατὴς φυλάττων ἐν ἑαυτῷ τῆς τῶν λαλουμένων ἀληθείας τὸ φῶς· ὁ δὲ μετὰ βουλῆς διακρίνων ἁρμοδίως τοῖς πράγμασι τοὺς καιροὺς καὶ τοῖς λόγοις τοὺς ἐπιβάλλοντας τρόπους ἐπινοῶν καὶ μὴ συγχωρῶν ἀλλήλοις ἀπροσφόρως ἐμπεσόντας συγχεῖσθαι, καὶ οὗτος, ὡς θαυμαστὸς σύμβουλος, ἄλλος ὑπάρχων δέδεικται λύχνος· ὁ δὲ τὰς προσβολὰς τῶν ἀκουσίων πειρασμῶν, κατὰ τὸν μακάριον Ἰὼβ καὶ τοὺς γενναίους μάρτυρας, ἀκατασείστῳ φέρων τῷ φρονήματι λύχνος ἐστὶν ἰσχυρός, ἀκατάσβεστον καὶ αὐτὸς φυλάττων τὸ φῶς τῆς σωτηρίας ἐν τῷ τρόπῳ τῆς κατὰ τὴν ἀνδρείαν ὑπομονῆς φυλαττόμενον, ὡς τὸν Κύριον ἰσχὺν ἔχων καὶ ὕμνησιν· ὁ δὲ γινώσκων τοῦ πονηροῦ τὰ μηχανήματα καὶ τὰς συμπλοκὰς τῶν ἀφανῶν πολέμων οὐκ ἀγνοῶν, καὶ οὗτος, τῷ φωτὶ τῆς γνώσεως περιλαμπόμενος, ἄλλος πέφηνε λύχνος, τῷ μεγάλῳ Ἀποστόλῳ προσηκόντως συμφθεγγόμενος· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν»· ὁ δὲ τὸν κατ᾽ ἐντολὴν βίον εὐσεβῶς ταῖς ἀρεταῖς εὐθηνούμενον μετερχόμενος ἄλλος ὑπάρχει λύχνος, ὡς εὐσεβὴς τὴν εὐσέβειαν εὐσεβῶς τοῖς τρόποις πιστούμενος· ὁ δὲ τῇ προσδοκίᾳ τῆς κρίσεως τοῖς πάθεσι πρὸς τὴν ψυχὴν δι᾽ ἐγκρατείας ἀποτειχίσας τὴν εἴσοδον ἄλλος γέγονε λύχνος, διὰ σπουδῆς τῷ φόβῳ τοῦ Θεοῦ τὰς ἐπιτριβείσας αὐτῷ τῶν παθῶν κηλίδας ἐκκαθαιρόμενος καὶ τῇ τῶν παρὰ φύσιν ἀποβολῇ μολυσμῶν διαυγῆ καὶ λαμπρὸν τὸν βίον ποιούμενος.
Τὴν μὲν οὖν κάθαρσιν τοῖς ἀξίοις τῆς τῶν ἀρετῶν καθαρότητος(17) διὰ φόβου καὶ εὐσεβείας καὶ γνώσεως ποιεῖται τὸ Πνεῦμα τὸ ἅγιον, τὸν δὲ φωτισμὸν τῆς τῶν