<μετὰ> τὰς βασάνους εὑρήσεις κατὰ βραχὺ τοὺς καρποὺς τῶν πόνων, τὴν ἐν ψαλμοῖς εὐλογίαν λέγουσαν· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» 13.64.449 Ἔτι πρὸς τὸ «Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς» καὶ τοῦτο λεκτέον, ὅτι οὐδαμοῦ μὲν ὠνομάσθη μόνα τὰ τέρατα· εἴ που γὰρ λέγεται, μετὰ τῶν σημείων ἀναγέγραπται, ὥσπερ ἐν τῷ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε»· πολλαχοῦ δὲ τὰ σημεῖα χωρὶς τῶν τεράτων εἴρηται, ὃν τρόπον καὶ νῦν. 13.64.450 Καὶ ζητητέον γε, εἰ ἔχει τινὰ διαφορὰν πρὸς ἄλληλα τὰ τέρατα καὶ τὰ σημεῖα. Οἶμαι δὲ τὰς μὲν παραδόξους καὶ τεραστίους δυνάμεις κατ' αὐτὸ τὸ παράδοξον καὶ ἐκβεβηκὸς τὴν συνήθειαν θαυμάσιόν τε καὶ ὑπὲρ ἄνθρωπον γινόμενον «τέρατα» ὀνομάζεσθαι· τὰ δὲ δηλωτικά τινων ἑτέρων παρὰ τὰ γινόμενα «σημεῖα» λέγεσθαι· διόπερ καὶ ἐπὶ τῶν μὴ παραδόξων τὸ ὄνομα τοῦ σημείου εὑρίσκομεν. 13.64.451 Ἡ γοῦν περιτο<μὴ> σημεῖον λέγεται ὑπὸ τοῦ θεοῦ ἐν τούτοις «Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.» 13.64.452 Οὐδαμοῦ δὲ μόνα τὰ τέρατα ὠνομάσθη, ἐπείπερ οὐκ ἔστιν τι παράδοξον γενόμενον ἐν τῇ γραφῇ, ὃ μή ἐστι σημεῖον καὶ σύμβολον ἑτέρου παρὰ τὸ αἰσθητῶς γεγενημένον, ὡς εἴπερ ἦν τεράστιόν τι γινόμενον οὐ συμβολικὸν ἑτέρου, ἐγέγραπτο ἂν τοῦτο τὸ τέρας πεποιηκέναι τὸν Ἰησοῦν, ἢ φέρ' εἰπεῖν Μωσέα ἢ τινὰ τῶν ἁγίων. 13.64.453 Ὅτε μὲν οὖν διδασκόμεθα ἀπὸ τῆς γραφῆς δεῖν ζητεῖν τὸ οὗ σημεῖόν ἐστιν τὸ γεγενημένον λέγεται· «Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς»· ὅτε δὲ ὁ βασιλικὸς ὀνειδίζεται ὡς οὐκ ἂν πιστεύσων χωρὶς τῆς θέας τῶν παραδόξων, οὐκέτι λέγεται· «Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε»-οὐ γὰρ τὰ σημεῖα γινόμενα προκαλεῖται ἐπὶ τὸ πιστεύειν, ᾗ σημεῖά ἐστιν, ἐὰν τύχῃ τὸ σημεῖον μὴ εἶναι καὶ τέρας-ἀλλὰ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε» ὑμῶν μὲν πιστευόντων διὰ τὸ παράδοξον, ἡμῶν δὲ πρὸς τούτῳ καὶ διὰ τὸ οὗ ἐστι σημεῖον ἐπιτελούντων αὐτό. 13.64.454 Ζητήσεις δὲ τὸ ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· «Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως», πότερον τῷ ὑποκειμένῳ διαφέρει τὰ «σημεῖα καὶ τέρατα», ἢ τὰ αὐτά, ᾗ μὲν σημεῖά ἐστιν, γέγονεν ἐν Αἰγύπτῳ, καὶ αὐτῆς τῆς Αἰγύπτου ἀναγομένης ἐπί τινα νοητά· ᾗ δὲ τέρατα «ἐν πεδίῳ Τάνεως» οὔτε τῶν τεράτων, ᾗ τέρατα, οὔτε τοῦ πεδίου Τάνεως, ᾗ πεδίον Τάνεως, ἀλληγορουμένων. Ἀλλὰ καὶ τὰ τέρατα, ᾗ σημεῖά ἐστιν, δεῖται ἀναγωγῆς, καὶ τὸ πεδίον Τάνεως, ᾗ Αἴγυπτος. 13.64.455 Αὐτόθι δὲ καταπαύσωμεν καὶ τὸν τρισκαιδέκατον τόμον, περιέχοντα διήγησιν τῶν μέχρι τῆς ἑβδόμης ἀρχῆθεν ἐπιδημίας τοῦ Ἰησοῦ· πρῶτον μὲν γὰρ ἐν Βηθαβαρᾷ παρὰ τῷ Ἰορδάνῃ βαπτιζόμενος γίνεται· δεύτερον δὲ τῇ Κανᾷ τῆς Γαλιλαίας ἐπιδημήσας τὸ ὕδωρ οἶνον ποιεῖ· τρίτον εἰς τὴν Καφαρναοὺμ καταβαίνει, καὶ ἁρμόζει γε, ὅπου καταβαίνει, εἶναι τοὺς ἀσθενοῦντας· τέταρτον εἰς Ἱεροσόλυμα ἀνέρχεται· πέμπτον εἰς τὴν Ἰουδαίαν γῆν συνδιατρίβει τοῖς μαθηταῖς· ἕκτον ἐν τῇ Σαμαρείᾳ παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ἐδίδαξεν, ἃ κατὰ δύναμιν ἐξητάσαμεν· καὶ ἕβδομον ἐν Κανᾷ τῆς Γαλιλαίας δεύτερον γίνεται. Ἐν δὲ τῷ ἑξῆς, θεοῦ διδόντος, διαληψόμεθα περὶ τῶν ἐν τῇ ἑορτῇ τῶν Ἰουδαίων ἐν Ἱεροσολύμοις πεπραγμένων αὐτῷ καὶ εἰρημένων.