πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιη κέναι. Τοῦ αὐτοῦ. Ὄρη Σιὼν οἱ τὰ ὑψηλὰ σκοπεύ οντες ἅγιοι, ἐφ' οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ δι' αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων. ΨΑΛΜΟΣ ΡΛΓʹ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. «Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου,» καὶ μὴ «ὡς εἷς τῶν ἀρχόντων» πί πτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, «εὐλογεῖτε τὸν Κύριον.» Τοῦ αὐτοῦ. Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον, κ. τ. ἑ. Ἀντὶ τοῦ «εἰς τὰ ἅγια,» ἕτερος «ἁγίως,» ἕτερος «ἡγιασμένως.» ∆ιὰ δὲ τοῦ «ἐν οἴκῳ Κυρίου» ἔδειξεν, ὡς πανταχοῦ μὲν αἴρειν ὁσίους χεῖράς τις οὐ κεκώλυται· οὐχ ἥκι στα δὲ ἐν τοῖς ἀφιερωμένοις τοῦτο προσήκει χω ρίοις ποιεῖν. ΨΑΛΜΟΣ ΡΛ∆ʹ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύ ριον, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Αἰνεῖτε οὐκ ἄλλοι ἢ ἑστῶ τες, καὶ οὐκ ἀλλαχοῦ ἢ ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Σημειώσῃ δὲ, ὅτι οἶκος μὲν Κυρίου λέγεται, αὐλαὶ δὲ τοῦ Θεοῦ ἡμῶν· καὶ ἀνω τέρω μὲν εἰρῆσθαι «εὐλογεῖτε,» νῦν δὲ «αἰνεῖτε·» κἀκεῖ μὲν μόνον τὸ, «οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου,» 12.1653 ὡς ἐν τῷ Ἑβραϊκῷ· νῦν δὲ μετὰ τοῦ, «ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.» Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. Ὁ μὲν Ἰοθώρ φησι· «Νῦν ἔγνων, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς·» ὁ δὲ Προφήτης· «Ὅτι ἐγὼ ἔγνων» πρῶτον, «ὅτι μέγας ὁ Κύριος,» εἶτα, «καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.» Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, κ. τ. ἑ. Ὅσα ἐποίησεν ὁ Κύριος ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσ σαις καὶ ἐν ταῖς ἀβύσσοις καλά ἐστιν, ἅτε θελήματι γενόμενα Θεοῦ. Εἰ δέ τίς ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ, ὡς οἱ ἁμαρ τωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δρά κοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις, ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν· κακὸν τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· «Ἐκ γὰρ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.» Τοῦ αὐτοῦ. Ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνά μεών ἐστιν οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώ πων. «Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτῷ· οὕτω καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθό νιοι δαίμονες. Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστρα πὰς εἰς ὑετὸν ἐποίησεν, κ. τ. ἑ. Νεφέλη ἐστὶ φύσις λογικὴ, τοὺς περὶ Προνοίας λόγους πεπιστευ μένη· ἀστραπὴ δέ ἐστι διδασκαλία πνευματικὴ, λο γικὰς ψυχὰς ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπανάγουσα. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κ. τ. ἑ. Εἰ ἡ κληρονομία ἡμῶν γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; Καὶ ζητήσεις μήποτε λέγονται κατέχειν, οὐχ ὡς γινώ σκοντες, ἀλλ' ὡς κωλύοντες ἡμᾶς ἐλθεῖν πρὸς αὐτήν. Εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερου σαλὴμ, κ. τ. ἑ. Ὁ ἐν καθαρᾷ καρδίᾳ κατοι κῶν κατοικεῖ ἐν Ἱερουσαλήμ. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν φύσιν ἐκεῖ περιγρά φων, ἀλλ' ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπιφάνειαν εἰδὼς ἐν τῷ ναῷ τῆς Ἱερουσαλήμ. ΨΑΛΜΟΣ ΡΛΕʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Οἱ ταλαιπω ροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ ἐλέ ους ἐν τῷ αἰῶνι. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Ἡ ἐξομολόγη σις τὴν εὐχαριστίαν καὶ δοξολογίαν