161
δυσσεβείας ὑμᾶς ἢ ἀσεβείας, τὸ χείριστον, διὰ τὴν πρόσθεσιν ἐγραφόμεθα, ὡς ὁμοίως καὶ ἡμῶν ἀσεβούντων διὰ τὴν προσθήκην τὰ ὅμοια. Ἐπεὶ δὲ τὴν ἐπὶ τῷ συμβόλῳ προσθήκην ἀποτρεπόμεθα, ὡς μὴ καλὸν ἄλλως ὂν μηδ' ἀσφαλὲς τὸ σύνολον κατησφαλισμένοις ἐπεγχειρεῖν, κἂν ἐντὸς λέγοιεν τοῦ ὀρθοῦ, ποῦ δίκαιον ἡμῖν προτείνειν τὰ ὅμοια; Τίς γὰρ ἡμῶν ἐτόλμησε πώποτε οὕτως ὡς λέγεις μετὰ προσθήκης ὁμολογεῖν; Καλὸν οὖν καὶ συμφέρον τὴν εἰρήνην σε σπεύδοντα τῶν ἐκκλησιῶν οὕτω πειρᾶσθαι συνιστᾶν ταύτην, σοφῶς οἰκονομοῦντα παρ' Ἰταλοῖς τὴν τοῦ 479 σκανδάλου ἀφαίρεσιν, κἂν ἡμεῖς ὦμεν οἱ αἰτιώμενοι τοῦ σκανδάλου, δικαίως ἡμῖν ἐπιπλήττοντα, ὡς ἑτοίμοις οὖσι δέχεσθαι τὴν ἐπίπληξιν. Εἰ δὲ παρ' ἐκείνοις τὸ σκάνδαλον ἔβλαστεν, ἀνάγκη, πνευματικὸν ὄντα καὶ πρεσβευτὴν τῆς εἰρήνης, ἐκείνοις ὠθεῖν πειρᾶσθαι τὸ ἐπὶ τῇ καινοτομίᾳ τοῦ συμβόλου ἁμάρτημα.» Οὕτως ἔλεγον οἱ τῆς ἐκκλησίας καὶ οὕτως εἶχον ὡς οὐδὲν ἀκουσόμενοι βασιλέως, εἰ προστάσσοι ἐν τούτοις καί γε τὰ μέγιστα ἀπειλοῖ. Ἀλλ' ὁ βασιλεύς, ἅπαξ τοῦ τοιοῦδε σκοποῦ γενόμενος, οὐκ οἶδα ἢ θέλων ἢ καὶ προσβιαζόμενος, ὃ δὴ κἀκείνοις μὲν ὑπεκρύπτετο, ἡμῖν δ' ἐνεφάνιζε, φόβους παραπλέκων καὶ πολέμους καὶ χεθησόμενα αἵματα, ἀμεταθέτως εἶχε, κἂν ὅ τί τις ἔλεγε.
ιβʹ. Ὅπως ὁ βασιλεὺς τοὺς τῆς ἐκκλησίας κατηνάγκαζε διὰ τὴν εἰρήνην. Μιᾶς γοῦν συνιόντων περὶ τὸν βασιλέα τοῦ τε πατριάρχου καὶ τῶν ἀρχιερέων καί τινων ἐκ τοῦ κλήρου, ἐμβριθέστερον σφίσι περὶ τῶν προκει μένων ὁ κρατῶν διελέγετο, συνείρων μὲν καὶ τοὺς φόβους συνήθως, οὐ μὴν δὲ ἀλλ' οὐδὲ πάμπαν ἐπισφαλὲς ἐδείκνυ τὸ γενησόμενον. Εἶχε γὰρ καὶ τοὺς ὑποβάλλοντας, τοὺς ἀμφὶ τὸν ἀρχιδιάκονον λέγω Μελιτηνιώτην, τοὺς ἀμφὶ τὸν πρωτοαποστολάριον Γεώργιον τὸν Κύπριον καὶ τρίτον, εἰ καὶ μὴ οὕτως ὡς τούτους, ἀλλ' οὖν ἀφωσιωμένως καὶ ἐπιπολαίως, τὸν ῥήτορα τῆς ἐκκλη σίας Ὁλόβωλον. Καί γε λαμβάνων καὶ ἀπ' ἐκείνων τὰς ἐκ τῶν ἱστοριῶν συνάρσεις, προὐβάλλετο μὲν τὸν ∆ούκαν Ἰωάννην καὶ βασιλέα καὶ τοὺς ἀμφ' ἐκεῖνον ἀρχιερεῖς καὶ τὸν πατριάρχην σφῶν Μανουήλ, ὅπως ἐνεδίδουν ἀπελθόντας ἀρχιερεῖς λειτουργεῖν τε καὶ μνημονεύειν, εἰ μόνον ὁ πάπας τῆς πρὸς τοὺς ἐν τῇ πόλει βοηθείας ἀπόσχοιτο. Καὶ ἅμα μὲν τὸ κωδίκιον τῆς ἐκκλησίας εἰς πίστιν προεκομίζετο, ἅμα δὲ καὶ τῷ βασιλεῖ τὰ τότε καὶ νῦν πράγματα συνεκρίνοντο. Προὐβάλλετο δὲ καὶ τὰς κατ' ἐκείνων ὡς δῆθεν σοφῶν γραφάς, πῶς, μὴ κατηγοροῦντες ὅλως ἀσεβείας τοὺς Ἰταλούς, ἠξίουν, παραιροῦντας τὴν προσθήκην τοῦ συμβόλου, ἐν ταῖς λοιπαῖς γραφαῖς 481 ἀνάγραπτον ἔχοντας, συνδιιέναι τοῖς πεφρασμένοις ἀναγινώσκοντας. Προὔτεινε δὲ καὶ ἐφ' ὅσοις τῶν μεγίστων μυστηρίων οὐ διαστέλλονται Γραικοὶ κοινωνεῖν Ἰταλοῖς οὐδ' ὁπωστιοῦν, ἀλλὰ καὶ τὴν ἐκείνων πρὸς τοὺς ἡμετέρους μετάβασιν ὁμοίαν εἶναι εἰ γλῶσσαν γλώσσης ἤμειβον, Ἑλληνικὴν τῆς σφετέρας· τίνα δ' ἔχει τὴν κοινωνίαν ἡ ἐπ' ἐκκλησίας ἀναφορὰ τοῦ ὀνόματος, ὅπου γε καί, μὴ πάπας ὄντας τοὺς ἄλλους, ἀνάγκη μετέχειν τῆς κοινωνίας τοῖς ἐκκλησιάζουσι συνισταμένους, λειτουργοῦντος τοῦ ἱερέως καὶ τὴν τῆς Τριάδος χάριν πᾶσι διδόντος κοινῶς; Ἀδελφὸν δὲ καλεῖν καὶ πρῶτον ἐκεῖνον μείων αἰτία, ὅπου καὶ πατέρα τὸν Ἀβραὰμ ἐκάλει ὁ ἐν τῇ φλογὶ πλούσιος, τόσον ἀπέχων τοὺς τρόπους ὅσον καὶ τὸ μέσον ἐκείνων χάσμα τῆς ἐκείνων διαστάσεως ἦν μαρτύριον· εἰ δὲ διδοῖμεν καὶ ἔκκλητον, σχολῇ τινα, τόσην τέμνοντα θάλασσαν, τῶν δικαίων ἀμφισβη τεῖν. Ταῦτα καὶ τοιαῦτα τοῦ βασιλέως λέγοντος, ὁ πατριάρχης, παρὼν ἐκεῖσε καὶ τὰ πιστὰ φέρων τῷ χαρτοφύλακι ὡς αὐτίκα ἐλέγξοντι ἐκ τῆς ἀπ' ἐκείνου βίας καὶ ἀκουσίως, ἀφορισμὸν ἐπιτίθησιν ἱσταμένῳ, ἐφ' ᾧ κατ' ἀνάγκην εἴποι τὰ εἰς κρίσιν ἰδίαν περὶ τῶν Ἰταλῶν. Ὁ δ' ἐνσχεθεὶς ἀμφοτέρωθεν, ἔνθεν μὲν τῷ τοῦ βασιλέως φόβῳ, ἐκεῖθεν δὲ τῇ τοῦ ἀφορισμοῦ εὐλαβείᾳ, μέσος ἐναπολέλειπτο καί γε ὡμολόγει τὸ πάθος, ὡς δυοῖν κρήμναται ἀμφοτέρων, φόβου καὶ εὐλαβείας. Καὶ ὅτι τὰ τοῦ πνεύματος προτιμητέα