κρεμάσασαι τὰ συντελοῦντα εἰς τὴν πρακτικήν. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαν τες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιὼν, κ. τ. ἑ. Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς ἐν αἷς ἐστί τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκούοντες καταγελῶσιν ἡμῶν ὡς λεγόντων καὶ μὴ ποιούντων. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς, κ. τ. ἑ. Τὸ «Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ,» ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρωμένους τῶν φυ σικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων· ἅπερ τρο πικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῇ, δηλονότι ἵνα παντάπασιν ὁ νοῦς, ἐκπεσὼν ἀρετῆς, κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνώτερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου. 12.1660 Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ. Ὅσοι κατὰ τὴν διδα σκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἐδαφίζουσι πρὸς τὴν πέτραν. ΨΑΛΜΟΣ ΡΛΗʹ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ. Καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδίας ἐν τοῖς πειρασμοῖς εἴρηται· «∆οκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου·» ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, «ἐξηρεύνησας,» εἶπεν· ἐν δὲ τοῖς ἑξῆς «ἐξερεύνησον.» Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δο κιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπει νώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· «Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Νοήσας τοῦτο, γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γι νώσκεται, ὡς ὢν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· «∆οκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρ δίαν μου.» Τοῦ αὐτοῦ. Πάντα προειδὼς ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλ' ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάζηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπο λάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· «Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.» Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆναι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεη θείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν; Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνία σας, κ. τ. ἑ. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξι χνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός. Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου, κ. τ. ἑ. Οὐκ ἔστι, φησὶ, δόλος ἐν γλώσσῃ μου· ἀντὶ τοῦ, Οὐκ ἔστιν ἐπιπόλαιός μοι λόγος, ἀλλ' ἐν βάθει καὶ καρδίᾳ. Ἐν στόματι δὲ μωρῶν ἡ καρδία αὐτῶν. Τοῦ αὐτοῦ. Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὔτε ἐν τῇ ἀρχῇ, οὔτε ἐν τῷ τέλει ὑπάρχου σαν. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραται ώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυ μάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει, κ. τ. ἑ. Ὡς δυνάμενος πορεύεσθαι καὶ φυγεῖν εἰς οὐρανὸν καὶ εἰς ᾅδην, καὶ ἵπτασθαι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ταῦτά φη σιν· εἰκὸς δὲ καθ' ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν. Συνεξετάσεις δὲ τούτοις τὰ ἐκ τοῦ ∆ευτερονο 12.1661 μίου οὕτως ἔχοντα· «Ἡ ἐντολὴ αὕτη οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν· οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρα νὸν, καὶ λήψεται αὐτήν; Οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐ τὴν ποιήσομεν αὐτήν; Ἔστιν ἐγγύς σου τὸ ῥῆμα σφό δρα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό.» Συγκρινεῖς δὲ καὶ ἀπὸ Ἀμὼς ταῦτα· «Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων· καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος· ἐὰν κα τορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν κατάξω αὐτούς· ἐὰν κρυβῶσιν εἰς τὴν