163
μηνύει, τόνδε τὸν τόμον καὶ κοινὸν πρὸς ταῦτα τὸν ἀπόλογον σχεδιάσατε, πλὴν ἐξ ἱστοριῶν καὶ γραφικῶν χρήσεων. Τὸ γὰρ ἀπὸ κοιλίας φωνεῖν ἀσθενὲς μὲν ἄλλως καὶ μάταιον, πλὴν δ' ἀλλ' οὐδ' αὐτὸς δέξομαι.» Ἐκεῖνος μὲν οὕτω ταῦτα θαρρῶν, ὡς οὐκ 487 ἀποδύσεταί τις πρὸς τὰ γραφέντατὸν γὰρ χαρτοφύλακα ἐν ἀφύκτοις εἶχεν, ἐν ᾧ σαλεύειν ἐδόκει τὰ πάντα, νικήσειν ἐκ λόγων ᾤετο. Ἀλλ' ὁ πατριάρ χης σὺν τῇ συνόδῳ, περὶ τοῦ τόμου διασκεψάμενοι, πέμψαντες συνῆγον τοὺς μετ' αὐτῶν εἶναι δοκοῦντας. Ἦσαν οὖν καὶ ὅσον τὸ τῆς ἐκκλησίας ἔκκριτον· ἦσαν δὲ καὶ οἱ περὶ τὸν Τορνικόπουλον Ἰωαννίκιον, σχιζόμενοι μὲν τοῦ πατριάρχου περιφανῶς, ὅμως δέ, τῆς χρείας καλούσης, τὰ τῆς μικροψυχίας ἐκείνης χώραν οὐκ εἶχον· παρῆν δὲ σὺν τούτοις καὶ ἡ τοῦ βασιλέως αὐτα δέλφη Εὐλογία καὶ πᾶν ὅσον ἦν μετ' αὐτῆς ἐν μοναχοῖς καὶ λογίοις ἐξεταζόμενον, οἷς σκοπὸς εἷς ἦν πρὸς τὸν τόμον ἀπολογεῖσθαι τῷ βασιλεῖ. Καὶ δὴ ἀνεγινώσκετο μὲν ὁ τόμος, ἄλλος δ' ἄλλο τι πρὸς τὸ παρεστὸς τοῖς προκειμένοις ἀντέλεγεν. Ἐπεὶ δὲ καὶ χρεία ἦν συμφρασθῆναι τοὺς λόγους καὶ εἰς ἕνα συντεθήσεσθαι τόμον καὶ ἐζητεῖτο ὁ συνθησόμενος, ἀνεδέχετο μὲν τὸ ἔργον ὁ Ἰασίτης Ἰώβ, εἶχε δὲ καὶ ἄλλους, καὶ μᾶλλον τὸν συγγραφέα τῶν τοιούτων ἐμέ, τῶν ἐννοιῶν συλλήπτορας. Καὶ μετ' οὐ πολὺ ὁ τόμος ἐξείργαστο· ὃν δὴ καὶ κοινῶς ἀναγνωσθέντα πάλιν τοῖς ὅλοις καὶ ὅσον ἦν πρὸς τὸ εὐσχημονέστερον μεταπλασθέντα, ὡς μὴ λυποίη σκληρῶς ἔν τισιν ἔχων τὸν ἄνακτα, μετ' αὐτοῦ δὴ τοῦ Ἀρσενίου πέμπουσιν. Ὁ μέντοι γε βασιλεύς, δεξάμενος τὸν ἀπόλογον καὶ ἀκριβῶς διελθών, ἐπεὶ ἔγνω πολλῷ λελειμμένος τοῖς λόγοις καί, εἴπερ ἐμφανισθείη, αἴτιος αἰσχύνης ἑαυτῷ γενησόμενος, τῷ δοκεῖν ὑπὸ περιφρονήσεως καὶ οὐ κατὰ δειλίαν, ὡς ἦν ἀληθές, περιορᾶν ὑπερηφάνει καὶ ἀνεβάλλετο τὴν ἀνάγνωσιν. Οὕτως οὖν ἐκκρουσθέντες οἱ περὶ τὸν βασιλέα τῆς ἐγχειρήσεως, ἄλλως ἔγνωσαν ὑπελθεῖν τὸν Βέκκον ἐν φυλακαῖς.
ιεʹ. Ὅπως ὁ Βέκκος, εἰς φυλακὴν εἱργμένος, ὅμως βιαζόμενος κατετίθετο. Τεμμάχια γὰρ ἐκ βίβλων συλλέγοντες ἱερῶν, ἐπεὶ καὶ λογίῳ ἀντικα θίσταντο καὶ λόγοις ἦν ἀνάγκη πείθειν, λόγους γοῦν ἁγίων, ὅσοι καὶ ὑπὲρ Ἰταλῶν ἐδόκουν εἶναι, προὔτεινον ἐκείνῳ, κατὰ φυλακὴν καθημένῳ. Ὁ δέ, 489 λαμβάνων καὶ διερχόμενος, ἠρέμα πως εἰς εἰρήνην συγκατεκλίνετο. Καί γ' ἁπλοῦς ὢν καὶ φιλαλήθης εἰς ἅπαν, τῷ μὲν ἁπλῷ ταῖς γραφαῖς καθυπήγετο, ταὐτό γε πάσχων τοῖς ἀποροῦσιν, εἰ μετρίως ἀποροῖεν ἀπροσδοκήτως, τὸ πᾶν οἰομένοις ἔχειν· τῷ δ' αὖ φιλαλήθει οὐκ ἠδόξει ὁμολογεῖν μὴ εἰδέναι μήτε μὴν ἐντυχεῖν· καὶ ἡ αἰτία τὸ ἐφ' Ἑλληνικαῖς σχολάζοντι μὴ θείαις γραφαῖς ἐγγενέσθαι οἱ ἐμμελετῆσαι· θέλειν μέντοι καὶ ἰδεῖν τὰς βίβλους καὶ ἀναγνῶναι ἐπιμελέστερον, ἐφ' ᾧ τῷ νῷ τῶν γραφῶν προσέξειν, καὶ οὕτως ἢ πεισθέντα ἀνάγειν ἔχειν ἐπ' ἐκείναις τὸ θάρρος καὶ παγίως ἵστασθαι ἐς ὅ τι καὶ κλίνοι, ἢ μὴ πεισθέντα τὰς αἰτίας ἐμφανεῖς παριστᾶν δι' ἃς μὴ πείθοιτο. Ταῦτ' ἔλεγε, καὶ ὁ βασιλεὺς κατένευεν, ἐξαγαγών τε τῆς φυλακῆς, τὰς βίβλους εἰς ἀνάγνωσιν παρεῖχεν ἐπὶ σχολῆς.
ιʹ. Ὅπως ὁ πατριάρχης, γνωματεύων ἐγγράφως, ὤμνυε μὴ καταδέχεσθαι τὴν εἰρήνην. Τῷ μέντοι γε πατριάρχῃ μέλον ἦν ἐφ' ἑκάστῳ τῶν πρὸς βασιλέα ἀποκρί σεων, μειζόνως ἤδη ἐπιτιθέμενον καί γ' ἠρεμεῖν μὴ ἐῶντα. Ταῦθ' ὁρῶν ὁ μοναχὸς Ἰὼβ Ἰασίτης καὶ περὶ τῇ γνώμῃ ὀρρωδήσας τοῦ πατριάρχου, μὴ καθυφείη τῆς ἐνστάσεως ἀπειπών, μηχανᾶταί τι τοιοῦτον ἐπὶ τῷ τὴν γνώμην τοῦ πατριάρχου στηρίξαι· ὑποτίθεται γὰρ γνώμην γράφειν καὶ πέμπειν τοῖς ὁπουδήποτε εὐλαβέσιν ἀνδράσιν, εἰς πληροφορίαν δῆθεν προστι θέντα καὶ ὅρκον, ἐφ' ᾧ μὴ κλονοῖντο, ἀλλ' ἀραρότως ἔχειν, ὡς οὐ καθυφείη πιστεύοντας, καὶ οὕτως ἕλξειν ἐκείνους πρὸς τὸ εὐμενέστερον, ὥστε καὶ σχιζομένους τὸ πρῶτον δέχεσθαι. Τούτοις τοῖς λόγοις ὁ ἱεράρχης πεισθεὶς ἐγχωρεῖ οἱ ἐκτιθέναι τὴν γνώμην, καὶ ἐξετίθετο τὴν ταχίστην· πρὶν δὲ πεμφθῆναι, ἔδοξε τῶν ἀρχιερέων ἀποπειρᾶσθαι, ὡς μάθοι εἰ εἰς τέλος