τῆς μελλούσης κρίσεως, καθ' ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· «Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν.» Εἰς χρηστὸν δὲ τέλος κατέ ληξεν, ἐπεὶ καὶ «εἰς τέλος» ἐπιγέγραπται, τὴν 12.1665 ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. «Κατοική σουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.» Ἀντὶ δὲ «σὺν τῷ προσώπῳ σου» ὁ Σύμμαχος «παρὰ τῷ προσώ πῳ σου» λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΜʹ. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κ. τ. ἑ. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· «Χρι στοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.» Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, κ. τ. ἑ. Οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴ γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα λήν μου, κ. τ. ἑ. Ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιίαν, τὴν μὴ διὰ γνῶσιν Θεοῦ γενομένην, ἀλλὰ διὰ δόξαν τὴν παρὰ ἀνθρώπων· τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, κ. τ. ἑ. Ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἐκ βυ θοῦ κακίας ἀνιμωμένη. Ἀλλὰ τοῦτο τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος· τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἀνάγουσα. ΨΑΛΜΟΣ ΡΜΑʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην, κ. τ. ἑ. Ὡς φύσιν ἔχει τὸ πῦρ ἀνώφορον, οὕτως ἡ τοῦ δικαίου φωνὴ, τὸ πρὸς Κύριον γίνεσθαι, καὶ οἱονεὶ προκαλεῖσθαι αὐτὸν ἐπὶ τὸ παρέχειν ὧν τις δεῖται ἀπὸ Θεοῦ. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ, κ. τ. ἑ. Ὁ μόνα μεγάλα καὶ ἐπουράνια αἰτῶν, καὶ προσ ευχόμενος πνεύματι καινῷ, θαῤῥεῖ ἐνώπιον Κυρίου ἐκχέαι τὴν δέησιν ἑαυτοῦ, οὐδὲν ταπεινὸν, οὐδὲ αἰ σχρόν τι ἐν ἑαυτῇ ἔχουσαν· ὁποῖά ἐστιν ἐν ταῖς δεή σεσι τῶν βαττολογούντων, καὶ οὐκ ἄξια Θεοῦ αἰ τούντων, ἢ ἀπὸ καθαρᾶς καρδίας ἐκχεόντων. Ἁγίου οὖν παῤῥησίας ἔχεται ὁ στίχος, ὃν οὐκ εὐλόγως ἐρεῖ ὁ ἁμαρτωλός· καὶ τὸν ἑξῆς δὲ ὁ ἐν παντὶ θλιβόμενος, ἀλλ' οὐ στενοχωρούμενος, καυχώμενος ἐν ταῖς ὑπο μονὴν κατεργαζομέναις θλίψεσι, τῷ ὁδεύειν τὴν στε νὴν καὶ τεθλιμμένην ἀπάγουσαν ἐπὶ τὴν ζωὴν ὁδόν. Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι, κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύ ουσι ταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλ λουσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν 12.1668 τῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δ' ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι; Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζη τῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· «Ἐν θλίψει ἐπλά τυνάς μοι.» Ἐκέκραξα πρὸς σὲ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ. Εἰ ὁ Κύ ριος ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθ' ἣν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χρι στός. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ. Πειρασμοὶ συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, κ. τ. ἑ. Οὐ πάντων ἐστὶ τὸ λέγειν· «Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου,» εἰ μὴ τῶν δυναμένων διὰ κα θαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων. ΨΑΛΜΟΣ ΡΜΒʹ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτι σαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκου σόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαῤ ῥῶν ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, «Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου.» Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ἑ. Ἐπὰν κρίνηται μετὰ τοῦ ἀνθρώπου ὁ Κύριος, καὶ λέγῃ· «Λαός μου, τί