164
ἀντίσχοιεν. Συναχθέντων τοίνυν, ὑπανεγινώσκετο μὲν ἡ γνώμη τοῦ πατριάρ χου, ἠρωτῶντο δὲ εἴ γε καὶ αὐτοὶ ἐμμένειν ἔχοιεν κατὰ ταύτην. Καὶ ὡμολόγουν αὐτίκα, καὶ τὴν γνώμην ἕκαστος ἰδίᾳ ὑπογραφῇ, πλὴν τῶν προ νοεστέρων, ἐβεβαίου τε καὶ κατησφαλίζετο. Ὡς γοῦν ἐπέμφθη μὲν ἡ γνώμη, ἐν ἀφύκτοις δ' ἦν ὁ πατριάρχης τοῦ μηδ' εἴ τι καὶ γένοιτο μεταβάλλειν τοῖς γὰρ ὅρκοις συνείληπτο, δῆλος ἦν καὶ πρὸς βασιλέα λέγων ὡς οὐ ποιήσων οὐδὲ καταπραξόμενος τὴν ἐγχείρησιν. 491 Ὁ μέντοι γε βασιλεύς, ἀπογνοὺς οἷον ἐντεῦθεν τῆς ἐκείνου κατανεύσεως δεινοὶ γὰρ οἱ ὅρκοι κωλύειν, ἐν δεινῷ μὲν τὸ συμβὰν ἡγεῖτοἐπ' ἴσης γὰρ ἦν αὐτῷ βουλητὸν τὸ προβῆναι τὴν πρᾶξιν εἰς τέλος τῷ μετὰ τοῦ πατριάρχου προβῆναι, ὅμως δ' ἀποκρουσθεὶς ἐκείνου, τοὺς ἀρχιερεῖς μετήρχετο ἐμβριθέστερον. Ἐν τούτῳ δὲ καὶ ὁ Βέκκος, ἐνσχολάσας ταῖς βίβλοις καὶ συνορῶν πολλὴν ἐντεῦθεν ἐπὶ τῇ πράξει βοήθειαν, ὡς μηδὲν πλέον τολμησάντων τῶν Ἰταλῶν ἴσως ἢ τὸ ἐπὶ τῷ συμβόλῳ προσθεῖναι, καὶ τὴν τοῦ θαυμαστοῦ Κυρίλλου λέξιν παρῆγεν, ἡμᾶς τε κἀκείνους κατὰ τὸ ἐγχωροῦν συμβιβάζουσαν, τὴν τὸ ἐξ ἀμφοῖν οὐσιωδῶς ὑπάρχον, τουτέστιν ἐκ Πατρὸς δι' Υἱοῦ, ὡς ἐκείνων μὲν ἐχόντων τὴν ἐκ, ἡμῶν δὲ τὴν διὰ, καὶ ἀμφοῖν τούτων ἐκεῖνον συμβιβαστὴν γίνεσθαι. Ταῦτα καὶ πολλὰ τῶν τοιούτων ἰδὼν καὶ πρὸς τούτοις τὸν μέγαν Μάξιμον εὑρὼν μαρτυροῦντα, ἐν μιᾷ τῶν ἐπιστολῶν πρὸς Ῥουφῖνον ῥητῶς μετὰ πολλὰ οὕτω λέγοντα· ἐξ ὧν οὐκ αἰτίαν σφᾶς τὸν Μονογενῆ τοῦ Πνεύματος ἀπέδειξαν λέγειν, ἀλλ' ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι καὶ ταύτῃ τὸ συναφὲς καὶ ἀπαράλλακτον τῆς οὐσίας παραστήσωσι, ἀδύνατον δ' εἶναικαὶ τοῦ μεγάλου Ἀθανασίου κατή κουενἐν τῇ τῆς Τριάδος τάξει τὸ Πνεῦμα γινώσκεσθαι μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλὰ ποιητικῶς, ὡς λέγουσι, τούτοις τε καὶ τοῖς τοιού τοις συγκροτηθεὶς οἷον ὁ Βέκκος, ἐφ' ᾧ τὴν ἰδίαν θεραπεῦσαι συνείδησιν, ὑπεκλίνετο πρὸς εἰρήνην. Καὶ ὁ βασιλεὺς πολλὴν ἐντεῦθεν ἐλάμβανε τὴν ῥοπήν, πολέμους μὲν τοὺς ἐφεστῶτας καὶ αἵματα ἐκχυθησόμενα προβαλλό μενος, ὅμως δὲ τὸ ἐν ἀσφαλεῖ μένειν πράξαντα παρὰ τῶν ἀμφ' αὑτὸν λογίων λαμβάνων. Ὅθεν καὶ τοῖς ἀρχιερεῦσι πολὺς ἦν ἐμπίπτων καὶ καταναγκάζων τὴν πρᾶξιν, ἐγχρονιζόντων καὶ μᾶλλον τῶν πρέσβεων.
ιζʹ. Περὶ τῶν ἀποκρισιαρίων τοῦ βασιλέως καὶ τῆς τοῦ πατριάρχου ἀπο χωρήσεως. Ὡς γοῦν καὶ ἔτι ἀνήρτηντο τὰ τοῦ πράγματος καὶ ἦν ἀνάγκη πρέσβεις πέμπεσθαι, ἐφ' ᾧπερ καὶ παρ' ἐκείνων τὸ ἀσφαλὲς γενέσθαι, ὡς ἐντεῦθεν μὴ ὑποπτεύειν τὸν κίνδυνον, ὑποταγέντας τῇ τῶν ἐκκλησιῶν πρωτίστῃ καὶ ἤδη γνησίους ἐκείνης νομιζομένους, ἐξελέγοντο μὲν οἱ πρέσβεις· οἱ δ' ἦσαν ὁ 493 προπατριαρχεύσας Γερμανὸς καὶ δὴ καὶ ὁ Νικαίας Θεοφάνης, καὶ τῶν συγκλητικῶν ὁ μέγας λογοθέτης Ἀκροπολίτης, ὁ προκαθήμενος τοῦ βεστια ρίου Πανάρετος καὶ ὁ μέγας διερμηνευτὴς Βερροιώτης· οἳ δὴ καὶ ἀνὰ μίαν τριήρη, ἐντεῦθεν μὲν οἱ τῆς ἐκκλησίας, ἐκεῖθεν δὲ πλὴν τοῦ μεγάλου λογο θέτου οἱ ἐκ τοῦ βασιλέως λαβόντες, ἀνήγοντο, ἐπιφερόμενοι καὶ πολλὰ τῶν ἱερῶν δώρων, στολὰς λέγω καὶ κατάχρυσα εἰκονίσματα καὶ σύνθετα πολύ τιμα θυμιάματα, πρὸς δὲ καὶ τὴν τῆς ἐκκλησίας ἐνδυτὴν ἐκ χρυσοπάστου ὀξείας διὰ μαργάρων, ἣν ὁ βασιλεύς, προσενεγκὼν τῷ θείῳ τεμένει, δῶρον ὄντως ἐπάξιον, συγχωρούμενος, ἐπεὶ οὐκ ἔφθασεν ἑτέραν εὐτρεπισθῆναι τῷ μεγάλῳ τῶν Κορυφαίων ναῷ, ἀνταλλαγὴν τοῦ γινομένου πρὸς τὸ ὂν οἷον ποιούμενος, λαβὼν ἀπέστελλε καὶ αὐτήν. Οἱ μὲν οὖν οὕτως ἀναχθέντες ἀπέπλεον. Ὁ δὲ βασιλεύς, ἐπεὶ οὐκ εἶχε ῥᾷον ἀποσχέσθαι τοῦ πατριάρχουἀντεί χετο γὰρ ὡς λεπὰς πέτρας ἐκείνου διά τε τὴν ἀπ' ἐκείνου συγχώρησιν καὶ τὴν πρὸς ἐκεῖνον πληροφορίαν, ὡς ὑπ' αὐτῷ σωθησόμενος, συνθήκας ποι εῖται μετὰ τοῦ πατριάρχουοἱ γὰρ ἀρχιερεῖς καὶ μόγις καθυπεκλίθησαν οὕτως ἐχούσας· αὐτὸν μέν, ἐξελθόντα τοῦ πατριαρχείου, ἐν τῇ τῆς Περιβλέπτου καθῆσθαι μονῇ, σῳζομένων τῶν προνομίων αὐτῷ καί γε μνημονευομέ νου κατὰ τὸ σύνηθες· ἀπελθόντων δὲ τῶν