ἐποίησά σοι, ἢ τί ἐλύπησά σε;» οὐδεὶς ζῶν δικαιωθήσεται· ἐνώπιον μὲν γὰρ Κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπιον δὲ ἀνθρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων δι καίων ἔσθ' ὅτε. Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι ἐπι φέρει συγγενῶς τῷ στίχῳ τούτῳ· «Ὅπως ἂν δι καιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρί νεσθαί σε.» Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, κ. τ. ἑ. Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦ μά μου, κ. τ. ἑ. Ἐπὶ πλεῖον ἀκηδιῶν ἐκλείπει τὸ πνεῦμα τοῦ ἀνθρώπου. Τούτῳ δὲ ὅμοιον τὸ, «Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.» Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου, κ. τ. ἑ. Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ Γραφῇ. 12.1669 Τοῦ αὐτοῦ. ∆ύναται τοῦτο εἰπεῖν περὶ γνω ρισμοῦ ὁδοῦ φερούσης ἐπ' ἀρετὴν, ἢ τῆς ἣν μετὰ τὴν ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ζωῆς, ἣν φυλάσσει τὰ χερουβὶμ καὶ φλογίνη ῥομ φαία. Τοῦ αὐτοῦ. Γῆ ζώντων καὶ γῆ εὐθεῖα ἡ αὐτή ἐστιν ἀγαθὴ, ἐφ' ἣν τὸ ἀγαθὸν τοῦ Θεοῦ Πνεῦμα ὁδη γεῖ τοὺς ἀξίους. Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύμα τος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς, οὕτω καὶ τὸ πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκετεύσας, οὕτω καὶ τῆς τοῦ πνεύ ματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὥστε μηδὲν αὐτῷ φανῆναι πρόσαντες μηδὲ δυσχερὲς, ἀλλ' εὐ θεῖαν τὴν ὁδὸν ὁδεύειν καὶ λείαν καὶ πλάνης ἀπηλλα γμένην. ΨΑΛΜΟΣ ΡΜΓʹ. Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον, κ. τ. ἑ. Ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίστα ται λόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λογι σμῶν, γνωρίσματά τε ἀθεΐας καὶ ὅρους αὐτῆς, ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογικοῦ μέρους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνή μης, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπι θυμητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ αʹ εἰλήφαμεν. Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐ τοῦ ὡσεὶ σκιὰ παράγουσι, κ. τ. ἑ. Ἐπεὶ «ἄνθρω πος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, αἱ ἡμέ ραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.» Τὰ γὰρ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων ἕστηκεν αὔριον δικαζόμενος, καὶ ὁ σοβαρὸς ἐν τῷ ἄρχειν, ὑπὸ δημίου πολλάκις ἀπαγόμενος, καὶ ὁ πλούσιος ἐν πενίᾳ, καὶ ὁ ἀνέλπιστος καὶ ἀνώνυμος πολλάκις τῶν ὅλων κρατῶν. Καὶ πυκναὶ αἱ μεταβολαὶ καὶ ἀνώμαλοι αἱ μεταστάσεις. Τοῦ αὐτοῦ. Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαι ρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται, κ. τ. ἑ. Ἁφή ἐστι Θεοῦ διδασκαλία πνευματικὴ, τὸν ἐκ τῆς κακίας ἀποκείμενον καπνὸν ταῖς ψυχαῖς ἐξελαύ νουσα. Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτοὺς, κ. τ. ἑ. Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ ἐχθροῦ. Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, κ. τ. ἑ. Τῶν ἑτεροδόξων διὰ μεγάλα δόγματα 12.1672 ἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα. Τοῦ αὐτοῦ. Καὶ ὁ προφήτης φησί· «Πλὴν κρί μα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;» Καὶ πάλιν ὁ ∆αυΐδ φησι· «Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρή νην ἁμαρτωλῶν ὁρῶν.» Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν ∆ιαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς ∆ιαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών. Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ φοβεῖσθαι τὸν