165
πρέσβεων, εἰ μὲν ἡ πρᾶξις ὁπωσδήποτε διακωλυθείη, αὐτὸν καὶ πάλιν εἶναι τὸν πατριάρχην, εἰς τὸ πατριαρχεῖον ἀνελθόντα, καί γε μετὰ τῶν ἀρχιερέων εἰρηνεύειν, μηδὲν τῶν συμβάντων ὑπολογιζόμενον· εἰ δὲ προβαίη καὶ εὐοδοῖτο εἰς τέλος τὸ προτεθέν, αὐτὸν μὲν ἐντεῦθεν ἀργῆσαι πάμπαν, ἄλλον δὲ ἀντ' αὐτοῦ ἐπιστῆναι τῇ ἐκκλησίᾳ, ὡς μὴ χωροῦν ἐκεῖνον εἶναι, τοῖς ὅρκοις προκατειλημ μένον. Ταῦτα πρὸς ἀλλήλους συνθεμένων, ὁ μὲν πατριάρχης, κατελθών, εἰς τὴν τῆς Περιβλέπτου μονὴν προσκαθίζει ἑνδεκάτῃ μηνὸς ἑκατομβαιῶνος 495 δευτέρας ἐπινεμήσεως τοῦ #22ψπβʹ ἔτους, κατέχων καὶ τὰ αὐτοῦ προνόμια ἀναφαίρετα· τὰ δὲ τῆς ἐκκλησίας ἔτι ἐν γαλήνῃ ἦσαν, πλὴν τῶν τῆς ἐκκλησίας τεταγμένων εἰς ἄρχοντας.
ιηʹ. Περὶ τῆς τοῦ βασιλέως πρὸς τοὺς κληρικοὺς ἀνάγκης. Ἐκείνοις γὰρ καὶ λίαν ὑπόπτως ὁ κρατῶν εἶχεν, ὡς οὐ συνθησομένοις ῥᾳδίως, καὶ μᾶλλον, πολλάκις αὐτοῖς τοῦ Βέκκου διαλεγομένου καὶ προ βαλλομένου τὰ τῶν ἁγίων ῥητά, μὴ πειθομένοις πάμπαν, ἀλλὰ δήλοις οὖσι μὴ καταδεξομένοις, εἰ προβαίη, τὴν πρᾶξιν. Ὅθεν καὶ αἰτίας σφίσιν ὁ κρατῶν ἐπλάττετο, ὡς πρὸς τὴν πρὸς αὐτὸν δουλείαν ἀφηνιάζουσι καὶ ὡς ὀνειδίζουσι μὲν ἀρχιερεῦσιν ὑποκλιθεῖσι, καταρωμένοις δὲ βασιλεῖ, τοιαῦτ' ἀναγκάζοντι γίνεσθαι. Ἀμέλει τοι καὶ πρῶτον σφᾶς θωπείαις ὑπελθεῖν ἔγνω καὶ προσεκαλεῖτο καὶ τιμητικῶς προσεφέρετο, κύκλῳ καθίσας καὶ τὰ συνήθη προβαλλόμενος· μηδὲ γὰρ χάριν ἄλλου πραγμα τεύεσθαι τὴν εἰρήνην ἢ τοῦ δεινοὺς πολέμους ἀνακοπῆναι καὶ Ῥωμαίων αἵματα περιποιηθῆναι, ἐκχυθήσεσθαι κινδυνεύοντα· μένειν δὲ καὶ πάλιν τὴν ἐκκλησίαν ἀκαινοτόμητον, μηδὲ τοῦ τυχόντος παροφθησομένου· τρισὶ δὲ κεφαλαίοις καὶ μόνοις τὸ πρὸς τὴν τῶν Ῥωμαίων ἐκκλησίαν πραττόμενον περιστήσεσθαι, πρωτείῳ, ἐκκλήτῳ καὶ μνημοσύνῳ, ὧν ἕκαστον, εἴ τις ἀκριβῶς σκοποίη, κενὸν εἶναι ἀνάγκη. «Πότε γὰρ καὶ παρουσιάσας ὁ πάπας προκαθίσει τῶν ἄλλων; Πότε δέ τισι καὶ ἐπέλθοι δίκην ἔχουσι θάλασσαν τοσαύτην ταμέσθαι καὶ τόσον ἀναμετρῆσαι πέλαγος, ἐφ' ᾧ τῶν νομιζομένων δικαίων τυχεῖν; Τὸ δ' ἐπὶ τῇ ἡμετέρᾳ καὶ μόνῃ ἐκκλησίᾳ καὶ δευτέρᾳ τῇ καθ' ὑμᾶς καὶ μεγάλῃ τὸν πάπαν μνημονεύεσθαι, τοῦ πατρι άρχου λειτουργοῦντος, τί ἂν τῷ ὀρθῷ προσσταίη; Πόσαις οἰκονομίαις οἱ πατέρες πρὸς ὅ τι γενέσθαι συμφέρον ἐχρήσαντο; Καὶ αὐτὸ δὲ τὸ τὸν Θεὸν γενέσθαι ἄνθρωπον καὶ σταυρὸν ὑπομεῖναι καὶ θάνατον καταδέξασθαι, ἄλλως ὄντα Θεῷ ἀπρεπῆ ἢ μὴν καὶ Θεῷ συνειλημμένῳ σώματι, ἀλλ' οὖν κατ' οἰκονομίαν τὴν ἀνωτάτω γέγονε καί, τῶν μὴ πρεπόντων Θεῷ σαρκο φόρῳ γενομένων, πᾶσα ἡ οἰκουμένη σέσωσται. Οὕτω χρῆμα θαυμαστὸν ἡ οἰκονομία. Καί γ' ἡμεῖς, εἴπερ οἰκονομικῶς τὸν ἐπηρτημένον κίνδυνον φύγοιμεν, οὐχ ὅπως εἰς ἁμαρτίαν λογισθήσεται, ἀλλὰ καὶ προσαποδέξονται 497 οἱ γνώσεως ἀρίστης ἐπήβολοι. Ὑμεῖς δέ, ἀλλ' ὡς ἀκούω, καὶ ἀρχιερεῖς, εἰς τοῦτο συγκατανεύσαντας, ἀποστρέφεσθε καὶ τὴν ἐκκλησίαν πειρᾶσθε σχίζειν καὶ ἡμῖν, ὡς ἤκουσται, καταρᾶσθε. Τὰ μὲν οὖν περὶ τούτων ἐστὶ καιρὸς εὐθετεῖν καὶ πληροφορεῖν καὶ ἀνὰ μέρος πληροφορεῖσθαι· οὔτε γὰρ ἡμῖν εὐπρεπὲς τοιαῦτ' ἀκούειν, οὔθ' ὑμῖν ἀσφαλὲς τοιαῦτα λέγειν καὶ φόβον ἐμβάλλειν πολλοῖς ὡς οὐ στησόμεθα ἡμεῖς ἐπὶ τούτοις, ἀλλὰ προσβια σόμεθα ἐφ' ᾧ καὶ ἔθη ἀλλάττειν καὶ ὁμολογεῖν ὡς ἐκεῖνοι λέγουσι. Ταῦτα πληροφορεῖν ἐστι καιρός, καὶ πληροφορήσομεν. Τὸ δὲ νῦν καὶ βουλῆς τῆς ἐξ ὑμῶν χρῄζομεν, καὶ λεγέτω ἕκαστος ὅ οἱ δοκοίη· μόνον μὴ τῷ οἰκείῳ στοιχείτω θελήματι αὐταρεσκῶν ἄντικρυς, ἀλλ' ἐκκλησιαστικὸς ὤν, ἐκκλη σιαστικῶς καὶ λεγέτω. Τὸ γὰρ κατεπεῖγον ἕν ἐστι, τὸ φυγεῖν κίνδυνον ἀναγκαῖον, εἰ ταῦτα πράττοιμεν. Ὁπόσον δὲ τοῦτο καθ' αὑτὸν ἕκαστος ἐννοῶν, οὕτω προφερέτω τὴν γνώμην, ὡς ἄνευ γ' ἐκείνου οὔθ' ἡμῖν κινητέα ταῦτα καὶ ὑμῖν τὸ περὶ τούτων ὅλως σκοπεῖν ἀνόνητον.» Τούτοις καὶ τοιούτοις ἑτέροις τοῦ βασιλέως καταδημαγωγοῦντος τοὺς τῆς ἐκκλησίας προέχοντας, ἐκεῖνοι καταρᾶσθαι μὲν βασιλεῖ καὶ ἀπρεπὲς σφίσι καὶ ἄλλως κινδυνῶδες ἡγοῦντο καὶ πάμπαν ἐξ αὐτῆς