ἑνωθῆναι τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ. Ὁμολογοῦμεν τοίνυν πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν καὶ δύναμιν καὶ ἐξουσίαν ἐν τρισὶν ὑποστάσεσιν ἤτοι προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα. μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν. 637 μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας, ἤγουν θεότητος λόγον, τριάδα δὲ κατὰ τὰς ἰδιότητας, ἤγουν ὑποστάσεις ἤτοι πρόσωπα. διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵνα οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἕν, ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης, θεὸν ἕκαστον, ἂν θεωρεῖται μόνον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα, θεὸν τὰ τρία μετ' ἀλλήλων νοούμενα τῷ αὐτῷ τῆς κινήσεως καὶ τῆς φύσεως. ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν καὶ τὰς τρεῖς ὑποστάσεις κηρύττειν, ἤγουν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος, καὶ οὔτε τὶν ἕνωσιν σύγχυσιν ἐργαζόμεθα κατὰ Σαβέλλιον, ἓν πρόσωπον τριώνυμον λέγοντα τὴν τριάδα, τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὔτε διαιροῦντες ἀλλοτριοῦμεν τῆς τοῦ θεοῦ πατρὸς οὐσίας τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὴν Ἀρείου μανίαν εἰς τρεῖς διαφόρους οὐσίας κατατέμνοντες τὴν θεότητα. Εἷς τοίνυν θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς υἱὸς μονογενής, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, θεὸν λόγον τὸν πρὸ αἰώνων, καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀειπαρ638 θένου Μαρίας καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν κύριος Ἰησοῦς Χριστός, εἷς τῆς ἁγίας τριάδος, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκί, ἀπαθὴς ὁ αὐτὸς θεότητι. οὔτε γὰρ ἕτερός τίς ἐστιν παρὰ τὸν λόγον ὁ τὸ πάθος καὶ τὸν θάνατον ἀναδεδεγμένος, ἀλλ' αὐτὸς ὁ ἀπαθὴς καὶ ἀΐδιος τοῦ θεοῦ λόγος γεννήσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος τὰ πάντα πεπλήρωκεν. διὸ οὐκ ἄλλον τὸν θεὸν λόγον τὸν θαυματουργήσαντα καὶ ἄλλον τὸν Χριστὸν τὸν παθόντα ἐπιστάμεθα, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη, ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί, ὁμολογοῦμεν. οὔτε γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν, ἀλλ' αὐτὸς ὁ λόγος τὸ ἴδιον σῶμα δέδωκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς ἡμῶν ᾖ, ἀλλ' εἰς αὐτὸν τὸν θεὸν λόγον τὴν ἡμετέραν πίστιν ἔχωμεν. καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον, καὶ ἄνθρωπον λέγοντες αὐτὸν οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. εἰ γὰρ θεὸς μόνον ἦν, πῶς ἔπασχεν, πῶς ἐσταυροῦτο καὶ ἀπέθνησκεν; ἀλλότρια γὰρ ταῦτα θεοῦ. εἰ δὲ ἄνθρωπος μόνον, πῶς διὰ τοῦ πάθους ἐνίκα, πῶς ἔσωζε, πῶς ἐζωοποίει; ταῦτα γὰρ ὑπὲρ ἄνθρωπον ἦν. νῦν δὲ ὁ αὐτὸς πάσχει καὶ σώζει, καὶ διὰ τοῦ πά639 θους νικᾷ, ὁ αὐτὸς θεός, ὁ αὐτὸς ἄνθρωπος, τὸ συναμφότερον, οὕτως ἓν ἑκάτερον ὡς μόνον. ὅθεν ἐξ ἑκατέρας φύσεως, τουτέστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος ἕνα Χριστὸν σύνθετον λέγοντες σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν, καὶ ἐν ἑκατέρᾳ δὲ φύσει, τουτέστιν ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι, τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ λόγον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα γινώσκοντες, καὶ διαίρεσιν μέν τινα ἀμερὸς ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων ἐξ ὧν καὶ συνετέθη σημαίνομεν οὐκ ἀνῃρημένην διὰ τὴν ἕνωσιν, ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν