166
ἀπηρνοῦντο καί γε σφᾶς πρὸς τιμωρίας ἑτοίμως ἐδίδοσαν, εἰ ἀληθῶς ἐλέγχοιντο. Τὸ δὲ πρὸς τοὺς ἀρχιερεῖς διαφέρεσθαι μὴ εἶναι τῶν ἀπεικότων ἔλεγον· διισταμέ νους γὰρ ταῖς πράξεσι, τοὺς λόγους ἐναντίους ποιεῖσθαι τῶν λίαν ἀκολούθων εἶναι, πλὴν οὐ κακολογοῦντας, ὡς αὐτοί φασι, καὶ τὴν κατάνευσιν ὀνειδί ζοντας σφίσι· γνώμης γὰρ ἰδίας ἕκαστον εἶναι κύριον, καὶ ὃ σήμερον οὐ δοκεῖ τινι, αὔριον ἴσως στέρξειν καὶ ἀγαπήσειν, οὐ παλίμβολόν τινα ὄντα καὶ κατὰ τὸ τυχὸν ἐκτρεπόμενον, ἀλλὰ λογισμοῖς δουλεύοντα, ἐκείνων μετα κλινομένων ἐς ὅ τι καὶ δόξοι συμφέρον καὶ αὐτοὺς πράττειν· καὶ τοῦτο εἶναι τὸ μὴ παρὰ συνείδησιν, ὡς πιστεύομεν. «Τὸ δὲ περὶ τῶν προκειμένων ἡμᾶς ἐρωτᾶσθαι, πρῶτον μὲν ὡς οὐ μετὸν ἡμῖν τῆς περὶ τούτων σκέψεως ἐκ κανόνων, ὑπ' ἀρχιερεῖ τελοῦσι καὶ ὀφείλουσιν ἕπεσθαι, τί χρὴ καὶ λέγειν; Πλὴν ἀλλ' ἕκαστος ἰδίᾳ καθ' αὑτὸν ἐρωτάσθω, καὶ ἴσως φόβος οὐδείς, τῆς σῆς βασιλείας εἰς βουλὴν προτιθείσης τὸ προκείμενον, λέγειν τὸ παριστά μενον.» 499 Τότε τοίνυν ἐρωτωμένων, ὁ μὲν ἀπέλεγε καὶ τὰ τρία· μηδὲ γὰρ κατα λαβεῖν ὅλως τὴν ἐκκλησίαν ἑνὶ τούτων χρησομένην καὶ μόνῳ, χρῆναι δὲ δια τηρεῖν καὶ τοῖς ὀψὲ γενησομένοις ὃ δὴ σφεῖς ἐκ τῶν προτέρων παρέλαβον· εἰ δ' ἐπισείεται κίνδυνος, αὐτοὺς μὲν μὴ χρεὼν φροντίζειν, πλὴν μὴν τοῦ εὔχεσθαι, τὸν δέ γε κρατοῦντα μὴ ἀνιέναι μηδὲν τῶν εἰς μέριμναν ἀνηκόντων, ἐφ' ᾧ ἀκινδύνως τὸν κίνδυνον ἄλλως ἐκφύγοιμεν. Ἦσαν δ' οἳ καὶ πρωτεῖον μόνον ἐδίδουν καὶ ἔκκλητον, ὡς αὐτῶν γε καὶ μόνων οἵων τ' ὄντων ὑπο κριθήσεσθαι καὶ σχῆμ' ἕξειν καὶ ὄνομα, πλὴν τοῦ πράττεσθαι· μνημοσύνου δὲ μετεῖναι τῷ πάπᾳ δοκοῦντι διαφέρεσθαι, ἐπὶ συμβόλῳ καὶ ταῦτα πίστεως, μὴ καὶ τῶν λίαν ἀπειρημένων ἦν. Ὁ δὲ Ξιφιλῖνος, μέγας ὢν οἰκονόμος τῷ τότε, τῷ γήρᾳ τε καὶ τῇ πρὸς βασιλέα συνηθείᾳ πιστεύων, καὶ προσελιπάρει, σταθεὶς καί γε τῶν γονάτων τοῦ βασιλέως ἁπτόμενος, μή, ζητῶν ἀναχαι τίζειν ἀλλότριον πόλεμον, ἴδιον καθ' ἡμᾶς αὐτοὺς προσεπινοεῖν· μηδὲ γὰρ εἰρηνεύσειν πάντας, κἂν ἡμεῖς, φησίν, εἰρηνεύσαιμεν.
ιθʹ. Ὅπως, εἰς δύσνοιαν διαβαλλόμενοι, οἱ κληρικοὶ ἠνοχλοῦντο. Ἐν τούτοις τῆς ἡμέρας τελεσθείσης ἐκείνης, ἐπισχὼν ἐφ' ἡμέραις ὁ βασιλεὺς καὶ μαθὼν ὡς ἐν κλύδωνι τὰ τῆς ἐκκλησίας εἰσὶ καὶ εἷς τὸν ἕνα οὐ παραδέχεται, ὁ δῆθεν ἀνένδοτος τὸν ὑποκλιθέντα, πρῶτον μὲν σχεδιάσας τόμον, σκοπὸν τὴν πρὸς βασιλέα εὔνοιαν ἔχοντα, ἐκέλευεν ὑπογράφειν, οὐκ οἶδ' ἐπὶ ποίαν χρείαν, πλὴν τοῦ δόξαι σχεῖν τῶν τῆς ἐκκλησίας ὑπο σημάνσεις, κἂν αἱ ὑποθέσεις τὸ διάφορον εἶχον. Κἀκεῖνοι προθύμως ὑπέ γραφον τὸ πρὸς τὸν Ἀβραὰμ τοῦ Θεοῦ· Οἱ εὐλογοῦντές σε εὐλογημένοι, καὶ οἱ καταρώμενοί σε κεκατήρανται. Ἔπειτα πέμψας τοὺς ἰδίους, οἰκίαν ἑκάστου κατεψηλάφα, ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί. Καὶ ἡ πρόφασις, ὡς αὐτὸν μὲν εἶναι τὸν κατασχόντα τὴν πόλιν καὶ πρὸς τοῖς ἄλλοις αὐτοῦ καὶ μόνου καὶ τὰς οἰκίας εἶναι, ἀποχαρίζεσθαι δὲ ταύτας τοῖς εὐνοοῦσι, τοῖς δὲ κατά τι ἀφηνιάζουσι καὶ τὴν χάριν ἀνατρέπειν, δίκαιον δ' εἶναι καὶ τὰ τῶν ὄπισθεν χρόνων ἀναζητεῖν τοὺς ἐνοικοῦντας τὰ ἐποίκια. Ἀνεκεφαλαιοῦντο τοίνυν ἐπὶ χρόνοις εἰς πολὺ τὰ ἐποίκια, καὶ ἐνεχυράζοντο παραυτίκα κόσμιά τε παντοῖα καὶ ἔπιπλα καὶ πᾶν ὅ τί τις εἶχε, καὶ τὸ μεῖζον ἐκρίνοντο καὶ εἰς καθοσίωσιν. Ἡτοιμάζοντο δὲ καὶ φορτίδες τοῦ ἐξορίζεσθαι τοὺς ἤδη 501 κατακρίτους δοκοῦντας. Οὐ μὴν δὲ καὶ μέχρις ἐλπισμῶν τὰ δεινὰ ἦσαν, ἀλλὰ καὶ πείρᾳ τινὲς τῶν δεινῶν μετεῖχον, ὡς τοὺς μὲν εἰς Λῆμνον, τοὺς δ' ἐς Σκῦρον, ἄλλους δ' ἐς Κέω καὶ ἄλλους ἐς Νικαίας πόλιν περιορίζεσθαι, ἄλλους δ' αὖθις τῆς πόλεως, τοὺς μὲν ἀκουσίως, τοὺς δ' ἑκοντάς, ἐξο ρίζεσθαι, ἄλλους δὲ μέχρι Σηλυβρίας καὶ Ῥαιδεστοῦ, τινὰς δὲ καί, ἐντὸς τοῦ κατὰ τὸν Φάρον λιμένος γνωσιμαχήσαντας, ὑποκλῖναί τε καὶ ὑπο στρέψαι.
κʹ. Τὸ κατὰ τὸν ῥήτορα τῆς ἐκκλησίας διήγημα καὶ τοῦ συγγραφέως σχετλίασις. Τούτοις προσκείσθω καὶ τὸ κατὰ τὸν ῥήτορα διήγημα, φοβερὸν ὂν ἰδεῖν, φοβερὸν δὲ καὶ παθεῖν, πλὴν οὐκ ἐπὶ τούτου τοῦ καιροῦ γεγονός, ἀλλὰ πρότερον.