167
ταῖς διαφοραῖς τῶν γινομένων ἢ λεγομένων διαφόρως ἐκδέχεσθαι τῶν ἀπηριθμημένων ἕκαστον καὶ τὴν ἁρμόζουσαν αὐτῷ κατὰ τὸν τόπον ἢ τὸν χρόνον δεόντως θεωρίαν προσνέμειν. Πολύσημον γάρ ἐστι ἑκάστου τῶν ἐν τῇ Γραφῇ σημαινομένων τὸ ὄνομα κατὰ τὴν δύναμιν τῆς ἑβραΐδος φωνῆς, ὅπερ κἀνταῦθα σαφῶς εὑρίσκομεν.
Ἑρμηνεύεται γὰρ Ἰωνᾶς κατὰ διαφόρους ἐκφωνήσεις(1) (14Γ_302> 'ἀνάπαυσις' καὶ 'δόμα Θεοῦ' καὶ 'ἴαμα Θεοῦ καὶ 'Θεοῦ χάρις αὐτοῖς' καὶ 'πόνος Θεοῦ' καὶ 'περιστερὰ' καὶ 'φυγὴ κάλλους' καὶ 'διαπόνησις αὐτῶν'. Γίνεται δὲ οὗτος καὶ ἐν Ἰόππῃ καὶ ἐν θαλάσσῃ καὶ ἐν κήτει καὶ ἐν Νινευῇ καὶ ὑπὸ τὴν κολόκυνταν. Ἑρμηνεύεται δὲ Ἰόππη(2) 'κατασκοπὴ χαρᾶς' καὶ 'καλλονὴ θαυμαστὴ' καὶ 'χαρὰ δυνατή'. Οὐκοῦν Ἰωνᾶς ὁ προφήτης(3) τύπον φέρει καὶ τοῦ Ἀδὰμ καὶ τῆς κοινῆς φύσεως καὶ τοῦ Χριστοῦ καὶ τῆς προφητικῆς χάριτος καὶ τοῦ ἀγνώμονος καὶ ἐπὶ παντὶ καλῷ διαπονουμένου καὶ ταῖς θείαις ἀεὶ βασκαίνοντος χάρισι λαοῦ τῶν Ἰουδαίων. Οἷον, τοῦ μὲν Ἀδὰμ φέρει τύπον καὶ τῆς κοινῆς φύσεως φεύγων ἐξ Ἰόππης εἰς θάλασσαν καὶ διὰ τοῦτο κατὰ τὴν τῆς προσηγορίας αὐτοῦ δύναμιν 'φυγὴ κάλλους' καλούμενος. Ἰόππη δὲ δηλοῖ, τυπούμενον ἐν αὐτῇ, τὸν παράδεισον(4), τὸν ὄντως 'κατασκοπὴν χαρᾶς' καὶ ὄντα καὶ ὀνομαζόμενον καὶ 'χαρὰν δυνατὴν' καὶ 'καλλονὴν θαυμασίαν' διὰ τὸν ἐν αὐτῷ πλοῦτον τῆς ἀφθαρσίας, ὅστις ποτ᾽ ἂν εἴη ὁ παράδεισος οὖτος, ὁ χειρὶ Θεοῦ φυτευθείς«ἐφύτευσε» γάρ, φησίν, «Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν», καὶ τίνα τὰ ξύλα τὰ ἐν αὐτῷ, εἴτε θεωρούμενα εἴτε νοούμενα, καὶ τί τὸ ἐν μέσῳ τοῦ παραδείσου ξύλον τῆς ζωῆς· ὧν πάντων ἐσθίειν πρόσταγμα λαβὼν ὁ Ἀδὰμ τυχὸν οὐδὲ ἥψατο· «ἀπὸ παντὸς γὰρ ξύλου, φησίν, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ».
Σημαίνει δὲ πάλιν Ἰόππη(5) τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν ἐπ᾽ αὐταῖς σοφίαν· τὴν ἀρετὴν μέν, ὅταν ἑρμηνεύηται 'καλλονὴ θαυμαστή,' τὴν δὲ γνῶσιν, ὅταν ὡς 'κατασκοπὴ χαρᾶς' λαμβάνηται, τὴν δὲ σοφίαν, ὁπηνίκα τὴν 'δυνατὴν' σημαίνει 'χαράν,' καθ᾽ ἣν τελειούμενος ἄνθρωπος τὴν ἀνεκλάλητον λαμβάνει χαράν, τὴν δυνατὴν καὶ ὄντως συνεκτικὴν τῆς κατὰ Θεὸν καὶ θείας τοῦ ἀνθρώπου συστάσεως, εἴπερ ἡ σοφία ξύλον ζωῆς (14Γ_304> ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, κατὰ τὸ γεγραμμένον, «καὶ τοῖς ἐπερειδομένοις ἐπ᾽ αὐτήν, ὡς ἐπὶ Κύριον, ἀσφαλής». Φεύγουσαν γὰρ ἀεὶ τὴν Ἰόππην, τουτέστι τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως καὶ τῆς ἐπ᾽ αὐταῖς σοφίας τὴν χάριν, ὥσπερ ὁ Ἀδὰμ τὸν παράδεισον διὰ τῆς παρακοῆς, ὁρῶμεν τὴν φύσιν τῶν ἀνθρώπων διὰ τὸ τὴν διάνοιαν αὐτῆς ἐπιμελῶς ἐγκεῖσθαι τοῖς πονηροῖς, καὶ εἰς τὴν θάλασσαν, λέγω δὲ τὴν ἅλμην τῆς ἁμαρτίας, ἑκουσίως κατασυρομένην, ὡς πρὸς τοῦτον τὸν κόσμον ἐκπεσὼν τοῦ παραδείσου ὁ προπάτωρ Ἀδὰμ κατεκυλίσθη, καὶ τὴν ἄστατον τῶν ὑλικῶν καὶ ἅλμην ἄλλως φέρουσάν τε καὶ φερομένην πλάνην τε καὶ σύγχυσιν ἐπιμελῶς περιέπουσαν· ἧς τοσοῦτόν ἐστι τὸ κέρδος τοῖς ἀντεχομένοις αὐτῆς ὅσον μόνον ποντισθῆναι καὶ ὑπὸ τοῦ κήτους καταποθῆναι καὶ περιχυθῆναι ὕδωρ ἕως ψυχῆς καὶ ὑπὸ τῆς ἐσχάτης ἀβύσσου κυκλωθῆναι καὶ δῦναι τὴν κεφαλὴν εἰς σχισμὰς ὀρέων καὶ κατελθεῖν εἰς τὴν γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, ὡς πυθμένα δηλονότι τῆς ἐσχάτης ἀβύσσου τυγχάνουσαν, τὴν γῆν τὴν σκοτεινὴν ὄντως καὶ γνοφεράν, γῆν σκότους αἰωνίου, ἐν ᾗ οὐκ ἔστι φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν, ὥς πού φησιν ὁ μέγας καὶ τοῖς μεγάλοις ὑπὲρ ἀληθείας ἄθλοις διηγωνισμένος Ἰώβ.
Σημαίνει γοῦν τὸν Ἀδὰμ ὁ προφήτης, ἤτουν τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων, ἐν ἑαυτῷ ταῦτα τυπῶν μυστικῶς, τὴν ὡς ἐξ Ἰόππης τῶν θείων ἐξολισθήσασαν ἀγαθῶν καὶ πρὸς τήνδε τοῦ βίου, καθάπερ θάλασσαν, τὴν ταλαιπωρίαν κατενεχθεῖσαν καὶ τῷ ἀστάτῳ καὶ πολυφλοίσβῳ πελάγει τῆς τῶν ὑλικῶν προσπαθείας καταποντισθεῖσαν(6) καὶ ὑπὸ τοῦ κήτους τοῦ νοητοῦ καὶ