λόγον αὐτοῦ τήκει αὐτά. Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, κ. τ. ἑ. Ἡ χιὼν καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ Θεοῦ Λόγος ἀποσταλείς· «Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» ΨΑΛΜΟΣ ΡΜΗʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. Αἶνός ἐστιν ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς, κ. τ. ἑ. Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαί νει· «Ὑμεῖς γὰρ, φησὶν, ἐστὲ τὸ φῶς τοῦ κό σμου.» 12.1680 Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, κ. τ. ἑ. Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέ ρουσα. Τοῦ αὐτοῦ. Ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει, κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐ ρανοῖς ὄντων ὑδάτων. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, κ. τ. ἑ. Κέρας ἐστὶ νοῦς καθαρός. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, κ. τ. ἑ. Ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ. ΨΑΛΜΟΣ ΡΜΘʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Οὗτος ᾄδει καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀπο θέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων, κ. τ. ἑ. Ὡς «οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ·» οὕτως οὐδὲ ἐν Ἐκκλησίᾳ πονηρευομένων, ἀλλ' ἐν Ἐκκλησίᾳ ὁσίων· καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν ἑνὶ, ἢ ἐν ὀλίγοις. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐ τῶν, κ. τ. ἑ. Ἐπεὶ περὶ μὲν τοῦ κατ' εἰκόνα τὸ «ἐποίησεν» εἴρηται, περὶ δὲ τοῦ ἀπὸ τοῦ χοῦ τὸ «ἔπλασε,» καὶ ἡ ἁγία εὐφροσύνη ἐν τῷ κατ' εἰκόνα ἐστί· διὰ τοῦτο Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν προστάσσεται εὐφραίνεσθαι. Υἱῶν δὲ Σιὼν βασιλεύει Χριστὸς, τουτέστι σοφία, λόγος, ἀλήθεια, ἐφ' ᾧ ἀγαλ λιάσθωσαν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, κ. τ. ἑ. Ἐὰν οἱ πολλοὶ ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὄνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας. Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, κ. τ. ἑ. Οἱ μὲν νεκρώσαντες τὰ ἐπὶ γῆς μέλη, καὶ ἀναγαγόντες ἐπὶ τὸ ξύλον τῷ Χριστῷ συσταυ ροῦσθαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν τυμπάνῳ ψάλλουσι τῷ Θεῷ· οἱ δὲ ὁλόκληροι καὶ ἁρμόνιοι τῷ πνεύματι, ἐν ψαλτηρίῳ. Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ, κ. τ. ἑ. Εὐδοκεῖ Κύριος ἐν τῇ ἰδίᾳ μερίδι, ἥτις ἐστὶν ὁ λαὸς αὐτοῦ, οὐκ ἐν ἄλλῳ τινὸς ἄρχοντος τοῦ αἰῶνος τούτου λαῷ. Καὶ ὑψώσει πραεῖς εἰς γῆν ἣν κληρονομοῦσιν οἱ πραεῖς, οὐ τὴν κάτω, ἀλλὰ ταύτην ἐφ' ἧς ἐστιν ἡ ἄνω Ἱερουσαλήμ· ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ· καὶ καυχήσον ται ὅσιοι ἐν δόξῃ. Ἐν ποίᾳ δόξῃ; εὐλόγως περὶ ἧς φησιν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω·» ἢ τοιαύτῃ ὁποίαν εἶχε Μωϋσῆς, ὅτε δεδόξασται ἡ 12.1681 ὄψις τοῦ προσώπου αὐτοῦ· καὶ περὶ ἧς φησιν ὁ Παῦ λος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰ κόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν.» Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, κ. τ. ἑ. Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, οἷς «ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν·» οἳ καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦσιν, «οὐ κώμοις καὶ μέθαις, οὐ κοίταις καὶ ἀσελγείαις.» Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, κ. τ. ἑ. Ὧν οὐ τάφος ἀνεῳγμένος ὁ λάρυγξ, τού των ὑψώσεις Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομ φαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τῶν ἑτοίμως ἐχόντων ἐκδικεῖν πᾶσαν παρακοὴν, καὶ καθαιρούν των πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, κ. τ. ἑ. Ῥομφαῖαί εἰσι διαλογισμοὶ καὶ πράξεις ψυχῆς ἐκ κακίας καὶ ἀγνωσίας. Τοῦ αὐτοῦ. Ῥομφαία ἐστὶ νοῦς λογικὸς ἐκ κόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλε γμοὺς ἐν τοῖς λαοῖς, κ. τ. ἑ. «Ἐκδίκησιν μὲν ἐν τοῖς