169
μνημονεύεσθαι δὲ τὸν πάπαν, καὶ εἶθ' οὕτως καὶ τὸν εἰς πατριάρχην ἀνάγεσθαι μέλλοντα ψηφίζεσθαί τε καὶ καθιστᾶν. Τὸ μὲν οὖν τὸν πατριάρχην παρακινεῖσθαι ἐργῶδες ἦν, ἐπεὶ οὐκ αὐτόθεν ἐκεῖνος παρῃτεῖτο τὴν προ στασίαν. Ὡς γοῦν οὐκ ἦν παραιτεῖσθαι, μάρτυρας τῶν πρὸς βασιλέα λόγων ἐκείνου ὡς ἦν παραστήσαντεςοἱ δ' ἦσαν οἱ περὶ τὸν δικαιοφύλακα Σκουταριώτην, ὡς ὑπισχνουμένου δῆθεν τοῦ πατριάρχου τὴν ἑκουσίαν ἐκχώρησιν, εἰ εὐοδοῖτο τὸ ἔργον, ταύτην τὴν φωνὴν ὡς παραίτησιν τελείαν, προσέτι δὲ καὶ τὸν ὅρκον, ἔκρινον οἱ ἀρχιερεῖς, τὴν μὲν ὡς ὑπόσχεσιν, τὸν δὲ ὡς κωλύμην ἄντικρυς. Τὸ γὰρ ἔνθεν μὲν μὴ καταδέχεσθαι τὴν πρᾶξιν ὀμνύοντα, ἐκεῖθεν δὲ γεγονυίας ἐκχωρεῖν ὑπισχνούμενον, δηλοῦντος ἦν πάντως, προχωρούσης τῆς πράξεως, τὴν ἰδίαν παραίτησιν· ἐπὶ τί γὰρ καὶ ἐπὶ τῶν τῆς ἐκκλησίας πραγμάτων εἶναι, τῆς πράξεως ἀποβάσης, ἧς 511 χάριν καὶ ὅρκους ἐτίθει τοῦ μὴ δέξασθαι καὶ ὑποσχέσεις τοῦ ἐκχωρεῖν αὐτίκα προβάσης; ∆ιά τοι ταῦτα καὶ ἀργίαν ἐκείνου καταψηφίζονται, καί γε μηνὸς ἑκατομβαιῶνος ἐννάτῃ παύεται τὸ τούτου μνημόσυνον, καὶ πρὸς τὴν κατὰ τὸν Ἀνάπλουν Λαύραν ἐκ τῆς Περιβλέπτου μεταφοιτᾷ. Τοῦ δ' αὐτοῦ μηνὸς ἕκτῃ καὶ δεκάτῃ, τοῦ Χαλκηδόνος Νικολάου ἱερουργοῦντος κατὰ τὰ ἀνάκτορα, ἀναγινώσκεται μὲν διττῶς, τῶν πρέσβεων συνάμα τῷ βασιλεῖ ἐκεῖσε παρόντων, ὁ ἀπόστολος, εἴτ' οὖν ἡ περικοπὴ τῆς τῶν Πράξεων βίβλου Πέτρου γὰρ τοῦ κορυφαίου τῶν ἀποστόλων ἤγετο ἑορτή, ἣν ἑορτάζει ἡ ἐκκλησία ἐπὶ τῇ καταθέσει τῶν θείων ἁλύσεων, ἀναγινώσκεται δὲ ὡσαύτως καὶ τὸ θεῖον εὐαγγέλιον Γραικικῶς τε ὁμοῦ καὶ Ῥωμαϊκῶς, καὶ οὕτως κατὰ τόπον οἰκεῖον καὶ ὁ πάπας παρὰ τοῦ διακόνου ἐμνημονεύετο· ὁ δ' ἦν ὁ Γρηγόριος, ἄκρος ἀρχιερεὺς τῆς ἀποστολικῆς ἐκκλησίας καὶ οἰκου μενικὸς πάπας μνημονευόμενος.
κγʹ. Περὶ τοῦ σχίσματος καθόλου τῆς ἐκκλησίας. Ἐντεῦθεν τὰ τῆς ἐκκλησίας ἐνόσει, καὶ διεστέλλοντο ἀπ' ἀλλήλων ἄνθρωποι, καὶ ὁ μὲν ἐκοινώνει τῷδε τῶν θείων συνάξεων, οἱ δὲ μὴ ἅψῃ, μὴ θίγῃς μέχρι καὶ ἐκπωμάτων αὐτῶν καὶ προσφωνημάτων ἀπακριβούμενοι. Ἤρετο δὲ τὸ σχίσμα μεῖζον, καὶ ὁ χθὲς ἐπὶ τῷδε πληροφορούμενος σήμερον ἀπεστρέφετο. Καὶ ὥσπερ εἴ τις κακοσπλάγχνως ἔχων, ἐπισυμβάντος καὶ ἄλλου νοσήματος, διπλοῦν ἔχει τὸ ἄλγος, καὶ τὸ πρότερον αὔξεται τῇ τοῦ ἐπιγενομένου προσκρούσει, ἐκεῖνα δ' αὖθις πρὸς ἄλληλα διαφέρετον, ὥστε τὸ εἰς θεραπείαν τούτου καὶ συστολὴν εἰς αὔξην θατέρου γίνεσθαι καὶ ἀπαγο ρεύειν τὸν κάμνοντα, τὸν αὐτὸν τρόπον καὶ τότε τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ συνέ βαινε. Προόντος γὰρ ἀποχρώντως τοῦ κατὰ τὸν Ἀρσένιον σχίσματος, ἐπισυμπίπτει καὶ δεύτερον τόδε, ὥστ' εἶναι μὲν καὶ ἄμφω τὰ μέγιστα ἀρρωστήματα καὶ τὸ μέγα τῆς ἐκκλησίας σῶμα καὶ ἀστασίαστον οἷά τε 513 διαλυμαίνεσθαι, καθ' αὑτὰ δὲ καὶ λίαν ἀξύμβατα, αὐτοὺς δ' αὖθις τοὺς ἑκατέρας μερίδος πρὸς ἀλλήλους διαφωνεῖν καὶ τοὺς μὲν οὕτως, τοὺς δ' ἄλλως, καὶ τοὺς μὲν ἁπλῶς, τοὺς δ' ἀκριβέστερον, ἐπὶ τῷ σχίσματι δια κεῖσθαι. Τίς ἂν τὰ τότε ἀξίως θρηνήσοι, ὅπου γε καὶ πᾶν καὶ τῶν ἀπειρημέ νων πλημμέλημα οὐδὲν ἐδόκει καὶ εἰς συγκρίσεως λόγον τοῦ κοινωνεῖν ἀνεκτότερον; Οὐδὲ γὰρ ὅσον καὶ πέπρακτο ἐπὶ τοῖς ἔξω διεφημίζετο, ἀλλὰ προσετίθουν πλείω καὶ χείριστα, ἐπιδαψιλευόμενοι τοῖς κακίστοις, ὡς ἂν ὑπαγάγοιεν καὶ τὸν ποσῶς ἡσυχάζοντα. Τό τε γὰρ τῶν λεγόντων κακοῦργον καὶ τὸ τῶν ἀκουόντων ἰδιωτικὸν καὶ ἀγροῖκον ἐπῆγε πίστιν τοῖς λεγομένοις. Σῶφρον μὲν οὖν τὸν ἀγροῖκον μὴ πολυπραγμονεῖν, ἀλλ' ἀπραγμόνως ἐᾶσθαι σῴζεσθαι. Εἰ δέ τις κινοίη καὶ διεγείροι πρὸς τὸ δῆθεν ἀσφαλίζεσθαι τὰ ἐς πίστιν, φεῦ τῆς κορύζης ὁπόση· ὅ τι δ' ἄν τις ἐκεῖνον καὶ πείσειε λέγων, μετριάζειν πρὸς ταῦτα, ὡς μηδὲν πλέον εἰδότα μακέλλης τε καὶ σκαπάνης καὶ βιοτῆς ἀπράγμονος. Τοιούτους πολλοὶ τοὺς πολλοὺς εὑρόντεςοὐδὲ γὰρ πάντων ὁ λόγος ἅπτεται, οἷς δὴ καὶ λόγος τῆς διαφορᾶς προειστήκει καὶ ἱστορίαι μέλημα ἧν καὶ γραφαῖς προσεῖχον καὶ τὸ τῆς αἰτιάσεως ὁπόσον ἦν διεγίνωσκον καὶ οὐχ ἧττον μετρίως ἢ ἀσφαλῶς ἐχρῶντο τοῖς πράγμασι, μεῖζον ἐποίουν ἢ ὅσον ἔδει τὸ σχίσμα.