170
Ἐχρῆν γὰρ ἴσως ὁπόσον ἦν χθὲς τὸ πρὸς τοὺς Ἰταλοὺς ἐκείνοις διάφορον, τοσοῦτον καὶ πρὸς τοὺς ἰδίους ἔχειν, ὅπου γέ τινες, καὶ αὐτοῖς δὴ τότε κατὰ χρείαν κοινωνοῦντες, καθ' ὅ τί τις εἴπειε, τῶν ἰδίων ἀδελφῶν ὡς ἐναγεστάτων διίσταντο. Ἀλλὰ τὰ μὲν ἐκείνων οὕτω, καὶ ὁ λόγος παρενήνεκται τοῦ εἰκότος, τοῦ πάθους κινήσαντος· οὐδὲ γὰρ ἐγκαλεῖν, ἀλλ' ἱστορεῖν, προεθέμεθα. Ὅθεν καὶ ὁ μὲν λόγος ψιλὰ τὰ πραχθέντα τίθησιν, ἐξέσται δὲ κρίνειν τῷ βουλομένῳ.
κδʹ. Περὶ τῆς ἐκλογῆς τοῦ χαρτοφύλακος Βέκκου εἰς τὸ πατριαρχεῖον. Τότε τοίνυν τοῦ μὲν Ἰωσὴφ ἀργήσαντος, ὡς προλέλεκται, τῆς δ' ἐκκλησίας ζητούσης τὸν προστησόμενον, πολλοὶ μὲν ἐνεκρίνοντο τῶν δοκούντων ἀπό τε τῶν μοναχῶν καὶ τῶν ἄλλως ἱερωμένων, ἔρρεπε δὲ πλέον ἡ ψῆφος τῷ Πρίγκιπι, ἀνδρὶ εὐγενεῖ μὲν τὰ εἰς γένος, ἐκ πριγκίπων δὲ τῶν κατὰ Πελο πόνησον κατάγοντι τὸ ἀνέκαθεν, ὁπόθεν νέος ξενιτεύσας, κατ' ἀρετῆς λόγους 515 καὶ πολιτείας ἀκριβεστάτης, ἔν τινι τῶν κατὰ τὴν ἀνατολὴν μονῶν τοῦ Μέλανος ὄρους, ὅπου γε καὶ τὸν ἀπὸ πατριαρχῶν Γερμανὸν ἀσκεῖν ἐλέγομεν, φέρων ἑαυτὸν ἐγκλείει. Ἐκεῖθεν δὲ μετὰ χρόνους τῷ βασιλεῖ προσχωρεῖ καί, τὴν τοῦ Παντοκράτορος μονὴν πιστευθείς, καταστὰς εἰς ἀρχιμανδρίτην, εἶτα καὶ τὰ πρὸς τοὺς ἀνατολικοὺς Τοχάρους διαπρεσβεύσας, τὴν νόθον Μαρίαν τοῦ βασιλέως εἰς νύμφην ἀγαγὼν ἐκεῖσε τῷ Ἀπαγᾷ, πρός τινι κελλίῳ τῆς τῶν Ὁδηγῶν μονῆς ἐπανελθὼν ἡσύχαζεν· ὕστερον δὲ κἀν τῇ τῆς Ἀντιοχείας ἐκκλησίᾳ εἰς πατριάρχην καθίσταται. Τότε δὲ καθ' αὑτὸν ὄντι καὶ ἡσυχάζοντι ἡ ψῆφος ἔρρεπε τῶν λοιπῶν πλέον, ἐς ὃ τῆς κατὰ τὴν Κωνσταντινούπολιν ἐκκλησίας προστήσεσθαι· κἂν ἐγεγόνει τοῦτο, ἢν μή γέ τινες τῶν ἀρχιερέων εὐδόκουν ἐπὶ τῷ Βέκκῳ, ἅμα μὲν χαρτοφύλακι ὄντι, ἅμα δὲ καὶ μεγάλῳ σκευοφύλακι, καὶ κλέος ἔχοντι μέγιστον. Ἀνατεθέντων δ' ἐπὶ τῷ βασιλεῖ τῶν κατὰ τὰς ψήφους, ὁ Βέκκος ἐδέδοκτο ἀξιώτερος τά τε ἄλλα καὶ ὅτι λόγιος ὁ ἀνὴρ καὶ καταστέλλειν ἔχοι τὸ σχίσμα τῇ ἐπὶ τῆς ἐκκλησίας πολυχρονίῳ πείρᾳ καὶ λογιότητι. Ὅθεν καὶ συναχθέντες οἱ ἀρχιερεῖς ἐν ταὐτῷ ἐπὶ τοῦ θείου καὶ μεγάλου τεμένους ἕνα καὶ τὸν αὐτὸν καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον ψηφίζονται. Καὶ ὁ Βέκκος εἰκοστῇ μὲν ἕκτῃ πυαντιῶνος μηνός, κατὰ τὴν ἑορτὴν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ, πατριάρχης προβέβληται, δευτέρᾳ δὲ μαιμακτηριῶνος, τῇ ἐπιούσῃ κυριακῇ, ἐν ἐπισήμῳ ἡμέρᾳ τοῦ Πνεύματος, τὰ τοῦ Πνεύματος δέχεται καὶ τελειοῦται ἀρχιερεύς. Ὁ μέντοι γε βασιλεύς, ἐπ' ἐκείνῳ μικρὸν σχολάσας τὸν νοῦν, ὡς ἄν γε καὶ κατασταίη πρὸς τὴν πνευματικὴν ἐκείνην ἀρχήν, τὸ λοιπὸν κοσμικαῖς ἐνεδίδου φροντίσιν, εἰδὼς ἱκανὸν ἐκεῖνον ὄντα τὰ τῆς ἐκκλησίας ἰθύνειν μετ' αὐτάρκους πείρας καὶ τῆς περὶ ταῦτα παμπόλλης συνέσεως. Συλλήψεσθαι δέ οἱ ἐς ὅ τι καὶ δέοιτο παρεῖχεν ἕτοιμον ἑαυτόν, ἐλπίζων παρ' ἐκείνου καὶ αὐτὸς τὰ ὅμοια ἔχειν. Ἐδίδου δέ οἱ καὶ παρρησίας χώραν ἐντυγχάνειν ὑπὲρ ἀνθρώπων τὰ πρέποντα καί γε ἀνύτειν, ὡς οὐ παρὰ τὸ δέον ἐντευξόμενον. 517 ∆ιένεμε γὰρ ἑαυτὸν δίχα, τοῖς τε δεομένοις ἐξ ἐλέους εὖ πάσχειν, τοῖς τε φερομένοις καί τι πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων δικαίωμα. Καὶ τοῖς μέν, τὰς ἀφ' ἑαυτοῦ προσωποποιῶν Λιτὰς χωλάς τε ῥυσσάς τε παραβλῶπάς τ' ὀφθαλμώ, ἐθήρα τὸν ἐκ τοῦ βασιλέως ἔλεον, ὁμολογῶν μὲν αὐτὸς ὑπὲρ ἐκείνων τὸ πταῖσμα, δεόμενος δὲ ἀφεθῆναι τοῦ προστιμωμένου τῷ πταί σματι· τῶν δέ, καὶ θαρραλεώτερον ὑπερμαχῶν τῷ κρατοῦντι, ὡς ἀδικου μένων ἐζήτει τὴν λύσιν. Οὐ γὰρ ἑρμηνέως ἔχρῃζεν ἐς ὅ τι μάθοι τὰ τοῦ δεομένου πῶς ἂν ἔχοιεν, ἀλλ' αὐτὸς ἀκούων, μόνον ἀξιῶν ἀληθεύειν τὸν λέγοντα, ὡς ἀνοισθησομένων τῶν λόγων τῷ βασιλεῖ, αὐτὸς διακρίνων, τὰς ἀναδοχὰς ἐποιεῖτο κατὰ τὰς κρίσεις. Εἵποντο δὲ καὶ οἱ πρὸς τὸν κρατοῦντα λόγοι κατὰ τὰς ἀναδοχάς· προῳκονόμει γὰρ πρὸς τὸ χρήσιμον καὶ τὰς περὶ ἑκάστου ἀναφοράς, ὡς τὴν μὲν προτάττεσθαι, τὴν δ' ὑποτάττεσθαι, καὶ τὴν μὲν πρωτολογησομένην, τὴν δ' ὑστερήσουσαν, ὥστε καὶ πολλάκις μετεγ γράφεσθαι τὸ τῆς ἀναφορᾶς γραμμάτιον συμβεβήκει, ὡς δευτέρου ἢ