170
ἀληθείας γὰρ τὸν ἐν τοῖς παθήμασι καθ᾽ ἑκούσιον γνώμην ἀνευθύνως ὑπομένοντες θάνατον(17) οἱ τοῦ Λόγου τῆς χάριτος γενόμενοι κήρυκες τὴν ἐν Πνεύματι κατ᾽ ἐπίγνωσιν ἀληθείας ζωὴν ἐνήργουν τοῖς ἔθνεσι· ὅπερ δὴ καὶ ὁ ταύτην τὴν χάριν προδιατυπώσας ἐν ἑαυτῷ μυστικῶς πέπονθεν Ἰωνᾶς, τοὺς τοσούτους αὐτὸς ἀνατλὰς κινδύνους, ἵνα πρὸς τὸν Θεὸν ἐκ πλάνης ἐπιστρέψῃ τοὺς Νινευΐτας, καὶ διὰ τοῦτο κατὰ τὴν ἐνοῦσαν τῷ ὀνόματι δύναμιν 'Θεοῦ δόμα' καὶ 'Θεοῦ πόνος' καλῶς ἑρμηνευόμενος. ∆όμα γὰρ Θεοῦ, καὶ δῶρον ὡς ἀληθῶς προσφιλὲς καὶ φιλάνθρωπον, καὶ θεῖος πόνος καὶ ἐπαινούμενος ἡ πρὸς τὰ ἔθνη χάρις τῆς προφητείας ἐστίν· δόμα μέν, ὡς φῶς δωρουμένη γνώσεως ἀληθοῦς καὶ ζωῆς ἀφθαρσίαν παρεχομένη τοῖς ὑποδεχομένοις αὐτήν, Θεοῦ δὲ πόνος, ὡς πείθουσα τοῖς ὑπὲρ ἀληθείας ἐγκαλλωπίζεσθαι πόνοις τοὺς αὐτῆς διακόνους καὶ πλέον ἐμπλατύνεσθαι διδάσκουσα τοῖς παθήμασιν ἢ ταῖς ἀνέσεσι οἱ τῆς ἐν σαρκὶ ζωῆς ἄγαν φροντίζοντες, ὑπόθεσιν αὐτοῖς ὑπερβαλλούσης κατὰ πνεῦμα δυνάμεως(18) ποιουμένη τὴν κατὰ φύσιν τῆς σαρκὸς περὶ τὸ πάσχειν ἀσθένειαν.
Ὁ γὰρ λόγος τῆς χάριτος διὰ πολλῶν πειρασμῶν πρὸς τὴν τῶν ἀνθρώπων φύσιν, ἤγουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ὥσπερ Ἰωνᾶς διὰ πολλῶν θλίψεων πρὸς Νινευὴ διαβὰς τὴν πόλιν τὴν μεγάλην, ἔπεισε τὸν βασιλεύοντα νόμον τῆς φύσεως ἐξαναστῆναι τοῦ θρόνου(19), τῆς προτέρας περὶ τὸ κακὸν δηλαδὴ κατὰ τὴν αἴσθησιν ἕξεως, καὶ περιελέσθαι τὴν στολὴν αὐτοῦ, τὸν ἐπὶ τοῖς ἤθεσι λέγω τῆς κοσμικῆς δόξης ἀποθέσθαι (14Γ_316> τῦφον, καὶ περιβαλέσθαι σακκόν, τὸ πένθος δηλαδὴ καὶ τὴν δυσχερῆ καὶ τραχεῖαν τῆς κακοπαθείας καὶ βίῳ τῷ κατὰ Θεὸν πρέπουσαν ἀγωγήν, καὶ καθίσαι ἐπὶ σποδοῦ· σποδός ἐστιν ἡ πτωχεία τοῦ πνεύματος, ἐφ᾽ ἧς καθέζεται πᾶς εὐσεβῶς ζῆν διδασκόμενος καὶ τὴν μάστιγα τῆς συνειδήσεως ἔχων ἐπὶ τοῖς πλημμεληθεῖσιν αὐτὸν καταικίζουσαν. Καὶ οὐ μόνον τὸν βασιλέα πείθει πιστεῦσαι τῷ Θεῷ κηρυττόμενος ὁ Λόγος τῆς χάριτος, ἀλλὰ καὶ τοὺς ἄνδρας, τοὺς συμπληροῦντας δηλαδὴ τὴν φύσιν ἀνθρώπους, ἕνα πληροφορῶν ὁμολογεῖν εἶναι Θεὸν τὸν πάντων ποιητὴν καὶ κριτὴν καὶ κηρύξαι πιστῶς, παρασκευάζων τὴν τελείαν δηλαδὴ τῶν προτέρων ἀποχὴν πονηρῶν ἐπιτηδευμάτων, καὶ ἐνδύσασθαι σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, τὴν νεκρωτικὴν δηλαδὴ τῶν παθῶν κακοπάθειαν προθύμως μετελθεῖν· μικροὺς δὲ καὶ μεγάλους ἐνταῦθα κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ὑπονοῶ κεκλῆσθαι τοὺς ἐν ἥττονι κακίᾳ καὶ μείζονι φωραθέντας ὑπὸ τοῦ λόγου.
«Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευή», φησίν, «τῷ Θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ καὶ ἕως μεγάλου αὐτῶν. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευή, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ. Καὶ ἐκηρύχθη καὶ ἐρρέθη τῇ Νινευῇ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λεγόντων· οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευέσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν». Βασιλεύς ἐστιν τῆς φύσεως, ὡς ἔφην, ὁ νόμος τῆς φύσεως· ἄρχοντες δὲ τούτου τυγχάνουσι τό τε λογικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν· ἄνδρες δὲ τυγχάνουσι ταύτης τῆς πόλεως(20), τουτέστι τῆς φύσεως, κατὰ μίαν ἐπιβολήν, οἱ περὶ τὸν λόγον πταίοντες καὶ περὶ Θεοῦ καὶ τῶν θείων ἐσφαλμένην τὴν γνῶσιν κατέχοντες, κτήνη δὲ οἱ κατὰ τὴν ἐπιθυμίαν διαμαρτάνοντες καὶ διὰ τῶν σωματικῶν παθημάτων ἀχθοφοροῦντες τὴν ἡδονήν, βόες δὲ οἱ πᾶσαν τοῦ θυμοῦ τὴν κίνησιν πρὸς τὴν τῶν γηΐνων καταβάλλοντες (14Γ_318> κτῆσιν· φασὶ γὰρ τὸ αἷμα τοῦ βοὸς πινόμενον θάνατον ἐπάγειν παραυτίκα τῷ πίνοντι· θυμοῦ δὲ προδήλως σύμβολον ὑπάρχει τὸ αἶμα. Πρόβατα δέ φασιν εἶναι, ψεκτὰ δηλαδή, τοὺς ἀνοήτως κατὰ μόνην τὴν αἴσθησιν πρὸς πάθος νεμομένους, ὡς πόαν, τὴν τῶν ὁρατῶν θεωρίαν.