171
Ψεκτῶς γὰρ κεῖσθαι πάντα ταῦτα κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον ὑπονοοῦμεν, ἕως ὁ λόγος λαβὼν πρὸς τὸ κρεῖττον αὐτὰ μεταβάλοι. Ὅθεν τούτοις ἐπάγει φάσκων ὁ λόγος μὴ γευέσθωσαν μηδὲ νεμέσθωσαν, καὶ ὕδωρ μὴ πιέτωσαν, κωλύων δηλαδὴ τὰς προτέρας ἐφ᾽ ἑκάστῳ τῶν εἰρημένων συστατικὰς τῶν παθῶν αἰτίας· μεθ᾽ ἃς ἀναιρουμένας τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν τῶν ποτε τοῖς κακοῖς ἐπιτηδεύμασιν ἐνισχημένων ἐπιδεικνύμενος ἐπιφέρει· «καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς Κύριον τὸν Θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν». Ἀνθρώπους, ὡς ἔφην, λέγεσθαι νοήσωμεν τοὺς ἐνεχομένους κατὰ τὴν ἐσφαλμένην τοῦ λόγου κρίσιν ὑπὸ τῶν ψυχικῶν παθημάτων, κτήνη δὲ τοὺς καθ᾽ ἡδονὴν κατὰ τὴν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας παράχρησιν τοῖς σωματικοῖς προσηλωμένους παθήμασιν, πάντας, καθάπερ σάκκους, περιβαλλομένους τὴν νέκρωσιν τῶν ἐπὶ γῆς μελῶν, ἤτουν παντὸς τοῦ χοϊκοῦ νόμου τε καὶ φρονήματος, καὶ ἀναβοῶντας ἐκτενῶς, τουτέστι μεγάλῃ τῇ φωνῇ, ἤγουν τῇ κατὰ τῆς ἀνομίας παρρησίᾳ, ἐξαγορεύοντας τῶν προτέρων ἁμαρτημάτων τὴν ἄδειαν, καὶ ἀφισταμένους, ὡς ὁδοῦ τινος, τοῦ κατὰ συνήθειαν δρόμου καὶ τῆς, ὡς ἐν χερσίν, ταῖς πράξεσιν ἐνεργουμένης ἀδικίας.
Οὕτω μὲν οὖν εἰς τὴν κοινὴν φύσιν, ἤτουν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν, ἡ Νινευὴ νοουμένη διαπαντὸς δείκνυσιν ἐν αὐτῇ κηρύττοντα τὸν Ἰωνᾶν, τουτέστι τὸν λόγον τῆς προφητικῆς χάριτος καὶ καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὸν Θεὸν ἐπιστρέφοντα τοὺς πεπλανημένους. Εἰ δὲ πρὸς τὴν τοῦ καθ᾽ ἕκαστον θεωρίαν τὴν Νινευὴ νοοῦμεν(21), τὴν ἑκάστου ψυχὴν εἶναί φαμεν τὴν πόλιν (14Γ_320> τὴν μεγάλην, πρὸς ἣν ἀποστέλλεται παρανομοῦσαν ὁ τοῦ Θεοῦ Λόγος, κηρύξων μετάνοιαν πρὸς ζωήν· ταύτης δὲ βασιλέα νοοῦμεν τὸν νοῦν, ἄρχοντας δὲ τὰς ἐμφύτους δυνάμεις, ἀνθρώπους δὲ τοὺς ἐμπαθεῖς λογισμούς, κτήνη δὲ τὰ περὶ τὸ σῶμα κατ᾽ ἐπιθυμίαν κινήματα, βόας δὲ τὰς κατὰ τὸν θυμὸν περὶ τὰ ὑλικὰ πλεονεκτικὰς κινήσεις, πρόβατα δὲ τὰ κατὰ τὴν αἴσθησιν χωρὶς διανοίας ἀντιληπτικὰ τῶν αἰσθητῶν κινήματα, καὶ τὸν μὲν βασιλέα νοῦν, ὡς ἀπὸ θρόνου τινός, τῆς κατὰ τὴν προτέραν ἄγνοιαν ἐξανιστάμενον ἕξεως καί, ὥσπερ στολήν, τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν ἀποτιθέμενον καί, ὡς σάκκον, περιβαλλόμενον τὸν ἐπὶ τοῖς κακῶς φρονηθεῖσι μετάμελον καὶ ἐπὶ σποδοῦ καθήμενον τῆς κατὰ τὴν πτωχείαν τοῦ πνεύματος ἕξεως καὶ προστάσσοντα τοῖς ἀνθρώποις καὶ τοῖς κτήνεσι καὶ τοῖς βουσὶ καὶ τοῖς προβάτοις νηστεύειν τῆς τε κατὰ κακίαν βρώσεως καὶ τῆς κατὰ τὴν ἄγνοιαν πόσεως, τουτέστι πράξεως κακῶν ἀποσχέσθαι καὶ τῆς κατ᾽ αἴσθησιν πεπλανημένης θεωρίας, καὶ περιβαλέσθαι σάκκους, τουτέστι τὴν νεκρωτικὴν μὲν τῶν παρὰ φύσιν παθῶν περιποιητικὴν δὲ τῶν κατὰ φύσιν ἀρετῶν τε καὶ γνώσεων ἕξιν, καὶ ἀναβοῆσαι πρὸς τὸν Θεὸν ἐκτενῶς, ἐξαγορεῦσαι δηλονότι συντόνως τὰ πρότερα καὶ ἱλεώσασθαι τῇ ταπεινώσει τὸν συγχώρησιν δοῦναι τῶν προλαβόντων δυνάμενον, καὶ αἰτῆσαι πρὸς τὴν τῶν κρειττόνων ἐνέργειαν καὶ φυλακὴν προαιρέσεως δύναμιν ἄτρεπτον τὸν ἑτοίμως ταύτην τοῖς αἰτοῦσι δωρούμενον, καί, ὥσπερ ὁδοῦ πονηρᾶς, τῆς προτέρας πλάνης κωλῦσαι τὴν διάνοιαν καὶ τὴν ἐπινοητικὴν τῆς κακίας ἕξιν τῶν κατὰ ψυχὴν πρακτικῶν ἀποθέσθαι δυνάμεων.
Εἰς ταύτην δὲ τὴν πόλιν τὴν μεγάλην, τουτέστι τὴν κοινὴν φύσιν τῶν ἀνθρώπων ἢ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἢ τὴν τοῦ καθ᾽ ἕκαστον ψυχήν, διὰ τοῦ λόγου τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἤγουν πίστεως καὶ ἀγαθῆς συνειδήσεως σῳζομένην, ὑπάρχουσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν οὐδὲ ἀριστερὰν αὐτῶν. ∆ώδεκα μυριάδας ἐνταῦθα λέγειν ὑπονοῶ τὴν Γραφὴν κατὰ τοὺς τῆς ἀναγωγῆς (14Γ_322> λόγους τοὺς περὶ χρόνου καὶ φύσεως λόγους, ἤγουν τὴν μετὰ τῶν οὐκ ἄνευ περιληπτικὴν τῆς ὁρωμένης φύσεως γνῶσιν(22). Εἰ γὰρ ὁ