172
βασιλέα τὸ ἱλαρὸν εἰς ὀργὴν καί, μηδὲν προσθέντα τοῦ «ἀνέορτα» εἰπεῖν «ἑορτάσαμεν», χωρῆσαι πρὸς τὸ παλάτιον.
κεʹ. Ὅπως μὴ φέρων ὁ βασιλεὺς τὴν παρὰ τοῦ πατριάρχου ἐνόχλησιν τὴν τρίτην ἔταττεν. Ἐπὶ τούτοις ὁ βασιλεύς, αἰδεσθεὶς τὸν ἄνδρα, ὠρέγετο μὲν ἔκποθεν αἰτίαν σχεδιασθῆναι τοῦ ὅπως ταπεινωθείη τὸ τοῦ ἀνδρὸς ἀκατάπληκτον, τῷ δέ γε τέως, τοῖς περὶ αὐτὸν ἀπολογούμενος ὅπως πολλάκις ἀντιβαίνει καὶ οὐ πείθεται μεσιτεύοντος, τὴν συνεχῆ προσεδρείαν ᾐτιᾶτο τῆς ἀπειθείας καὶ ὡς, συνεχῶς ἐνοχλούμενος, ταὐτόν τι πάσχει τοῖς ἁψικόροις, πολλῶν παρα τιθεμένων βρωμάτων· ἐκείνους γάρ, ἢν μή τις ἀποσκευάζηται τὰ τεθέντα, ὀργίζεσθαι, καὶ αὐτόν, πολλῶν καθ' ἑκάστην ἐπαντλουμένων τῶν ὑποθέσεων, καὶ ταῦτ' οὐκ ἐκ μηνυμάτων, ἀλλ' αὐτοπροσώπως, ὁπότε καὶ ἡ ἀντιλογία καιρὸν ἔχει πρὸς ἕκαστον διὰ τὸ ἀξίωμα, ἀγανακτεῖν καὶ δυσκολαίνειν πρὸς τὴν κατάνευσιν, πολλῶν ἐπεισρεόντων ἄλλοθεν ἄλλων καὶ μεθελκόντων ἑκάστου πρὸς ἑαυτὸ τὸν νοῦν τὸν βασίλειον. Καὶ τὸν μαθεῖν καὶ ζητῆσαι καιρὸν ἐντυχίας ἴδιον, μιᾶς ἡμέρας εἰς τοῦτο τῶν ἑπτὰ ἐκλεγείσης· καὶ ἐκλεγῆναι τὴν τρίτην, ὡς εἶναι μόνην ταύτην τῆς ἑβδομάδος ἁπάσης καιρὸν ἐντυχίας ὑπὲρ ἀνθρώπων τοῦ πατριάρχου πρὸς βασιλέα, ταχθῆναί τε καὶ γραμματικὸν ἴδιον τὸν Ξιφιλῖνον Μιχαήλ, ἐφ' ᾧ τὰς λύσεις τῶν ἀναφορῶν ἀναδεχόμενον γράφειν. Οὕτως ἦν ἡ τρίτη ἀφωρισμένη Θεῷ ἐλέους καὶ παρα κλήσεως. Ὡς ἂν δὲ μὴ ἀφαιροῖτο ἡ ἡμέρα τοῦ προνομίου, ἀσχοληθέντος ἐπ' 523 ἄλλοις κατ' ἀνάγκην τοῦ ἄνακτος, τόπος ἀναπαύσεως τοῖς περὶ τὸν πατρι άρχην ἡ τῆς Χώρας ἐτάχθη μονή, εἰς ἣν καὶ ὑποστρέφων ἐνίοτε, ἤν τι πρωΐαθεν μὴ ἀνύσειεν, ἐξ ἀναγκαίας ἀσχολίας ἐπεισπεσούσης τῷ βασιλεῖ, ἡ δείλη ὀψία μέχρι καὶ ἐς ὀψὲ τῶν νυκτῶν ἀνεπλήρου τὸ ἐλλειφθέν. Καὶ πολλῶν καλῶν ἐκ τῆς περὶ ταῦτα τοῦ πατριάρχου σπουδῆς ἀπώναντο ἄνθρωποι. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, ἃ δὴ καί, καθ' εἱρμὸν προλαβών, ὁ λόγος ὑπέμνησεν.
κʹ. Ὅπως καὶ αὖθις πρὸς τὸν πάπαν πρέσβεις ἐστέλλοντο. Ὁ μέντοι γε βασιλεὺς πρέσβεις εὐτρεπίσας ἀποστέλλει πρὸς πάπαν, ἅμα μὲν δηλώσοντας τὸν τῆς πράξεως ἐπιτελεσμόν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Κάρουλον μαθησείοντας, εἰ καθυφῆκε τῆς ὁρμῆς ἐκείνης καὶ πρὸς τὸ ταπεινότερον ὑπεκλίθη. Οἱ δὲ παραγενόμενοι, τὰ μὲν τῆς εἰρήνης δηλώσαντες, ἀπεδέχθησαν, καταλαμβάνουσι δ' ἐκεῖσε τὸν Κάρουλον, ὅλον θυμοῦ πνέοντα καὶ λιπαρῶς τῷ πάπᾳ προσκείμενον καὶ προσλιπαροῦντα ἐφεῖναι τούτῳ τὴν ἐπὶ τὴν πόλιν ἐπέλευσιν. Ἑώρων οὖν ἐκεῖνον ὁσημέραι τῶν ποδῶν τοῦ πάπα προκυλινδούμενον καὶ ἐς τοσοῦτον ταῖς μανίαις συνισχημένον ὥστε καὶ τὸ ἀνὰ χεῖρας σκῆπτρον, ὃ σύνηθες κρατεῖν τοῖς τῶν Ἰταλῶν μεγιστᾶσιν, ὀδοῦσιν ἐκ μανίας καταφαγεῖν, ἐπειδή, λιτανεύων καὶ τὴν πρὸς ἀπαρτισμὸν ἔξοδον προβαλλόμενος καὶ προτείνων τὰ αὐτοῦ δίκαια, οὐδ' ὅλως τὸν πάπαν ἔπειθεν ἀπολύειν, ἀλλ' ἦν παρὰ κωφῷ λέγων. Ἀντεπῆγε γὰρ καὶ ὁ πάπας τὰ ὑπὲρ τῶν Γραικῶν δίκαια, ὡς ἐκείνων οὖσα ἡ μεγαλόπολις ἐκείνοις πάλιν καὶ προσεγένετο καὶ ὅτι νόμος ἀνθρώποις ταῦτα, καὶ δῶρα πολέμου καὶ πόλεις καὶ χρήματα, τὸ δὲ μεῖζον ὅτι κἀκεῖνοι τῆς ἐκκλησίας υἱοὶ καὶ χριστιανοί· χριστιανοῖς δὲ κατὰ χριστιανῶν ἐφεῖναι, μὴ καὶ εἰς παροργισμὸν τοῦ θείου πράττοιμεν. 525
κζʹ. Ὅπως Ἰκάριος, προσχωρήσας τῷ βασιλεῖ, καθίσταται ἐπὶ τοῦ στόλου. Οὕτως ἀναχαιτιζομένου τοῦ Καρούλου, ὁ βασιλεύς, τῶν ἐξ ἐκείνου φροντίδων ἀπολυθείς, ἐπεβάλλετο τοῖς ἐγγὺς κραταιότερον. Καὶ Ἰκάριον προσχωρήσαντα δέχεται, ἄνδρα πολλὴν μὲν τὴν ἐς μάχας πεῖραν ἔχοντα, κατάρχοντα δὲ καὶ νήσου μεγίστης, ἣν Ἀνεμοπύλας ἔθος τοῖς ἐκεῖ λέγειν, συμβάματι δὲ τύχης ἐκεῖθεν φυγόντα. Τὴν γοῦν νῆσον προσκυροῖ βασιλεῖ καὶ αὐτὸς τοῖς τοῦ βασιλέως οἰκείοις ἐγγράφεται. Βασιλεὺς δ' ἀποβαλὼν πρὸ ὀλίγου μὲν σεβαστοκράτορα, ἀποβαλὼν δὲ καὶ δεσπότην, τοὺς αὐτα δέλφους, ἔτι δὲ πρὸ τούτων καὶ ἄλλον σεβαστοκράτορα καὶ