175
μεταχειρίζεται, τῷ κατὰ παράχρησιν τρόπῳ τὴν τῆς φύσεως παραφθείρων εὐπρέπειαν. Καὶ συντόμως εἰπεῖν, τῷ τυφωνικῷ δαίμονι διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν συγχωρηθεὶς καταδεθῆναι τὴν διάνοιαν ὁ τῶν Ἰουδαίων λαὸς ἐπίσης Θεὸν καὶ ἀνθρώπους μεμίσηκεν· τὸν μὲν Θεὸν σαρκὸς ἡδονῆς ἔχων κατώτερον καὶ διὰ τοῦτο τὴν ἐν πνεύματι λατρείαν ἀποπεμπόμενος, τοὺς δ᾽ ἀνθρώπους τοὺς μὴ σαρκὶ τὸ γένος καταγομένους ἐξ Ἰακὼβ ἀλλοτρίους παντάπασιν ἡγούμενος εἶναι τοῦ Κτίσαντος καὶ διὰ τοῦτο θείας εὐαρεστήσεως μελέτην ποιούμενος τὴν καθ᾽ ἡμῶν μιαιφονίαν, ἀγνοήσας, ὡς ἔοικεν, ὁ μάταιος διὰ τὴν ἄνοιαν ὡς οὐ τοσοῦτον δύναται σῶμα πρὸς οἰκείωσιν Θεοῦ καὶ γένους ἀγχιστείαν ὅσον ψυχὴ τὸν αὐτὸν ταῖς λοιπαῖς ἐπικομίζουσα χαρακτῆρα τῆς πίστεως καὶ τὴν πρὸς πάντας κατὰ τὴν γνώμην περὶ τὸ καλὸν ἐνδιάθετον ταυτότητα, καθ᾽ ἣν(39) ὁ μὲν τῆς σαρκὸς νόμος παντελῶς ἀποσβέννυται, μόνος δὲ διὰ Πνεύματος ὁ τοῦ Θεοῦ Λόγος περιφανῶς διαφαίνεται, κατὰ νοῦν πάντας ἑνοποιῶν πρὸς ἑνὸς ἐπίγνωσιν Θεοῦ καὶ μίαν τὴν εἰς ἀλλήλους ἀγάπην καὶ σύμπνοιαν, καθ᾽ ἣν οὐδεὶς οὐδενὸς παντελῶς κεχώρισται πνευματικῶς, κἂν ἀλλήλων σωματικῶς κατὰ τὴν θέσιν τῶν τόπων μακρὰν διεστήκασιν.
Πνεῦμα γοῦν καύσωνός ἐστιν ὁ τῦφος, τὸ μισόθεον ὁμοῦ καὶ μισάνθρωπον πάθος. Ἀποξηραίνει γὰρ τὴν καρδίαν τῶν ἀπίστων, τοὺς περὶ θεότητος εὐσεβεῖς λογισμοὺς καὶ τοὺς ὀρθοὺς περὶ φύσεως λόγους ἀπομαραίνων κατὰ τὴν εἰκόνα τοῦ καύσωνος. Φασὶ γὰρ τοῦτον γίνεσθαι τὸν ἄνεμον κατὰ μίξιν ἀνατολικοῦ (14Γ_336> καὶ νοτίου πνεύματος καὶ διὰ τοῦτο ξηραίνοντα τῆς γῆς τὴν παρεσπαρμένην ἰκμάδα. Καλεῖσθαι δέ φασιν αὐτὸν καὶ Εὐροκλύδωνα καὶ Τυφωνικόν, τὸ μὲν ὡς ταραχὴν πανταχόθεν γῆς καὶ θαλάττης ἐγείροντα, τὸ δὲ ὡς αὐχμώδους σκότους ποιητικόν, ὅπερ πέφηνε ποιεῖν ὁ τῦφος. Ἐπάγει γὰρ μεγάλην τῇ ψυχῇ ταραχὴν καὶ σκότους ἀγνοίας πληροῖ τὴν διάνοιαν. Τοῦτον ἐξήγειρεν ὁ Θεὸς τοῦ τύφου τὸν καύσωνα μετὰ τὴν εἰς Χριστὸν παροινίαν, τουτέστιν παρεχώρησεν ἐπελθεῖν τοῖς Ἰουδαίοις πρόσφορον κεκτημένοις αὐτῷ τὴν διάθεσιν, ἵνα γένηται πᾶσι κατάδηλος αὐτῶν ἡ περὶ Θεὸν καὶ ἀνθρώπους προαίρεσις.
Ὅθεν, ἀγνοίας ζόφῳ καταπιεσθέντες, εἰς τὴν ἀντίθεον τῷ Θεῷ μοῖραν ἑαυτοὺς ἑκουσίως ἀπέωσαν, ἄλλο μὲν οὐδὲν τὸ σύνολον ἔχοντες πλὴν τοῦ διαπονεῖσθαι καὶ ἀδημονεῖν ἐπί τε τῇ κατὰ τὴν πίστιν σωτηρίᾳ καὶ δόξῃ τῶν ἐθνῶν ἐπί τε τῇ καθαιρέσει τῶν παρ᾽ αὐτοῖς κατὰ σάρκα νομίμων, λέγοντες «καὶ νῦν, Κύριε, λάβε δὴ τὰς ψυχὰς ἡμῶν ἀφ᾽ ἡμῶν, ὅτι καλὸν ἡμῖν τὸ ἀποθανεῖν ἢ ζῆν» διὰ τὴν ξηρανθεῖσαν κολόκυνταν, λέγω δὲ τὴν ἐν σκιαῖς τοῦ νόμου λατρείαν καταργηθεῖσαν, τὴν ὑπὸ νύκτα καὶ γενομένην καὶ ἀπογενομένην(40), ὡς μηδένα, τοῖς τῶν συμβόλων αἰνίγμασί τε καὶ τύποις μόνοις περιγραφομένην, φωτισμὸν ἔχουσαν νοητὸν καὶ ψυχῆς διάνοιαν λαμπρύναι δυνάμενον.
Ἀλλ᾽ ἡμεῖς γε πνευματικῶς διὰ πίστεως καὶ τῆς παρομαρτούσης αὐτῇ δικαιοσύνης τὴν πνευματικὴν ἀσπασώμεθα Νινευή, φημὶ δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τὴν ὡς ἀληθῶς πόλιν μεγάλην τῷ Θεῷ καθεστῶσαν, ὡς γέγραπται, καὶ διὰ τῶν ὁρισθεισῶν αὐτῇ πρὸς ἐπιστροφὴν τριῶν ἡμερῶν τῇ μετανοίᾳ διασωθεῖσαν, καὶ πολῖται ταύτης τῆς πόλεως τῆς τῷ Θεῷ μεγάλης διὰ τῆς μετανοίας καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς γενέσθαι σπουδάσωμεν. Ἐπιτετηρημένως γάρ φησι μεγάλην εἶναι (14Γ_338> τῷ Θεῷ τὴν πόλιν ὁ λόγος οὑτωσὶ φάσκων· «ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ». Ποῦ τῆς Γραφῆς ὁ Ἰουδαῖος περὶ τῆς κάτω πόλεως Ἱερουσαλήμ, ἀληθείας φροντίζων, τοῦτο κείμενον ἐπὶ λέξεως εὑρίσκει τὸ ῥητόν; Οὐδαμοῦ γὰρ ἔγωγε, πᾶσαν πολλάκις ἀναγνοὺς τὴν ἁγίαν Γραφήν, κείμενον εὗρον τὸ «'καὶ Ἱερουσαλὴμ' ἦν πόλις μεγάλη τῷ Θεῷ». Τίς δέ, λόγου δυνάμει καὶ νοημάτων πλούτῳ θαρρῶν, περιγράψας μετρῆσαι δυνήσοιτο τὸ μέγεθος τῆς τῷ Θεῷ καὶ οὔσης καὶ λεγομένης μεγάλης πόλεως;