1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

177

καί, κατ' ὀλίγον διολισθαίνουσα, διεφύγγανε τοὺς ἐπιτιθεμένους κύκλῳ, πολλοὺς πρὸς ὀλίγους ὄντας. Ὁ δὲ βασιλεύς, ἔξω που καθήμενος, ἔσφυζε τὰς ὁρμάς, ἐνορῶν τὰς ἀποφυγάς, καὶ συχνοὺς ἔπεμπεν ἄλλους καὶ ἐπεθάρρυνε κελεύων καὶ προσα πειλούμενος. Αἱ σπουδαὶ δ' ἦσαν ἀνόνητοι, καὶ τῶν σπευδόντων τὰς χεῖρας τῷ οὐρίῳ τοῦ πνεύματος ἡ ναῦς ἀπεδίδρασκεν. Ὡς γοῦν ἐκεῖνοι μὲν ἐν ἀπόροις ἦσαν, ὁ βασιλεὺς δ' ἐν ἀθυμίᾳ δεινῇ, χλεύην τὸ πρᾶγμα οἰόμενος καὶ ἄντικρυς γέλωτα, εἰσάγει τις τῶν ἀμφ' αὐτὸν βουλὴν δοκοῦσαν συνοίσειν· ἡ δ' ἦν· χρησαμένους παρὰ Κατελάνων τὴν σφῶν ναῦν, μεγίστην τῶν ἄλλων οὖσαν, ἐπιβῆναι τοὺς αὐτάρκεις πολεμάρχους καὶ οὕτως, ἐπεμβαλόντας τοὺς ἐκείνης φώσσωνας, τῷ προσαράσσοντι πνεύματι ὡς πρώτως μετέχοντας, τοὺς τέως ὠργυιωμένους ἐπιτειχίσαι, ὥστε καὶ ἀπνοεῖν καὶ οὕτως τῆς ὁρμῆς καθυφεῖσαν ἐπ' ἐκείνην ὁρμᾶν τοὺς ἐπὶ θατέρας ὄντας. Τοῦτο γοῦν βουλευ θέν, ἅμα τῷ λόγῳ τὸ ἔργον ἠνύετο· καὶ δὴ τὴν ταχίστην ἐμβάντες, ἐκ πρύμνης γίνονται τῆς καταγομένης· ἔτυχε γὰρ καὶ ἡ ναῦς ἐγγὺς καὶ εὐχερὴς ἦν μετενεχθῆναι πρὸς τὰ προηγούμενα. Κἀκείνης πεσούσης πρόσθεν, αἱ τῆς δευτέρας πνοαὶ ἐμπαίουσι τῇ προτέρᾳ, καὶ τὸ πολὺ φύσημα τῶν φωσσώνων τῆς πολεμίας, εἰς ὀλίγον περιστὰν αὐτίκα, ἀκίνητον τὴν ναῦν ἐνειργάζετο. Ἐμπιπτουσῶν τοιγαροῦν ἀμφοῖν, ἐκθορόντες ἐκ θατέρας εἰς ἐκείνην, προσβοηθουσῶν καὶ τῶν κάτωθεν, μεγίσταις προθυμίαις ἔβαλλον. Καὶ οὕτως ἐπ' αὐτοῖς ἄλλοι καὶ ἐπ' ἐκείνοις ἕτεροι ἐπεμβαίνοντες, τοῦ βασιλέως παραθαρρύνοντος ἔξωθεν, κρατερᾷ μάχῃ, ἐπὶ πολὺ τῆς θαλάσσης 543 προελθοῦσαν, αἱροῦσι τὴν φορτηγόν. Καὶ ταύτην μὲν πρὸς τῷ βασιλικῷ νεωρίῳ ἱστᾶσι κατάξαντες, αὐτοὺς δέ, ταῖς ἀξίαις δίκαις ὑποβάλλοντες, ἐτιμώρουν· πολλοῖς δ' ἐκείνων καὶ τοὺς ὀφθαλμοὺς ἐξώρυττον τοῖς προστυ χοῦσι πασσάλοις, ἀντίποινα τῆς πρὸς βασιλέα καταφρονήσεως. Παρεοικὸς τούτῳ ξυμπίπτει καὶ ἄλλοτε, καὶ τοῖς Γεννουίταις προστρί βεται ἔγκλημα. Τινὸς γὰρ ἐκείνων ὑπερηφανευσαμένου προσελῶντι καὶ εἰπόντος ὡς ἡ πόλις καὶ πάλιν ἔσται τοῖς ἡμετέροις, ζηλώσας ἐκεῖνος βάλλει κατὰ κόρρης καὶ τὸν ὀφθαλμὸν ἀχρειοῖ τῷ Λατίνῳ, καὶ εὐθὺς τῷ πλήξαντι ὁ διὰ μαχαίρας ἐσχεδιάζετο θάνατος. Τοῦτο μαθών, βασιλεὺς δεινὰ ἐποίει καὶ τὸν ἴδιον προσερέτην οὐκ ἀνίει ζητῶν. Ὡς δ' οὐκ ἐδίδουν οὐδὲ γὰρ ἦν, εὐθὺς θυμὸς αἴρεται κατ' ἐκείνων, καὶ τῷ Μουζάλωνι Μανουὴλ αὐτίκα προστάσσει τὸ γένος ἐξαναστατοῦν ἅπαν, μηδὲν μελ λήσαντα. Συνῆκτο τοίνυν ἐν ἀκαρεῖ τὸ στρατιωτικόν, ὅσον ἦν ἐν τῇ πόλει καὶ ὅσον ἔξωθεν προσεγένετο. Καὶ ἅμα φοβεροὶ μὲν ἰδεῖν, φοβερώτεροι δ' ἐπιθέσθαι, τὰς ἁπάντων οἰκίας κυκλοῦσι καὶ πρὸς τὸ ἐγχειρεῖν ἦσαν, τὴν ἀπὸ τοῦ βασιλέως ἀναμένοντες κέλευσιν. Οἱ δέ, τῷ φοβερῷ ἐκπλαγέντες καὶ καθ' ὅσον οἷόν τε συστείλαντες τὸ ἔμφυτον τοῦ θυμοῦ, ἀπηνεοῦντο πρὸς τὰ πραττόμενα, καὶ τῆς κατὰ σφᾶς ἰσχύος ἀμείνους τῇ ὑποκλίσει καὶ τῷ ταπεινῷ σχήματι κατεφάνησαν· καὶ δὴ πρὸς ἱκεσίας ἐτράποντο καὶ προσε λιπάρουν, τῶν ἰδίων τραχήλων ἐκδήσαντες ἑαυτούς, ἐς ὅ τι καὶ βούλεται ὁ κρατῶν χρήσασθαι, ὁμολογοῦντες ἥττους εἶναι τῆς βασιλικῆς ἐξουσίας, κἂν ὅ τι προστάσσοι, εὐπειθεῖν ὑπισχνούμενοι, μηδ' ἀναφυγὴν εἶναι σφίσι, πλὴν τὴν ἀπὸ τοῦ βασιλέως συμπάθειαν. Οὕτω ταπεινωθέντες τῷ φόβῳ, πλῆθος ἀθροῦν πρὸς τὸ κελευόμενον ἐνεδίδουν καί, πολλῷ χρυσίῳ προστιμηθέντες, τὴν βασιλικὴν ὀργὴν μόλις καταμαλάττουσι, πολλῷ τῆς σφῶν κορύζης ἐκείνην ἀνυσιμωτέραν γνωρίσαντες. Καὶ ταῦτα μὲν ἐν τούτοις.

545 {ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΕΚΤΗ}. Ὅπως καὶ ἐκ ποίων τῶν αἰτιῶν τὰ κατὰ τὸν Αἷμον καὶ αὖθις παρε κινοῦντο.

Βασιλεῖ δὲ καὶ αὖθις φροντίδων ἦρξε τὰ κατὰ τὸν Αἷμον κινούμενα. Αἱ γὰρ συνθεσίαι