1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

179

τὸν ἐπενδύτην, ἄμφω Μιχαὴλ καὶ Ὀσφεντίσθλαβον παρ' ἑκάτερα τῶν αὐτῆς ἀγκαλῶν ἐτίθει· καὶ συνθεσιῶν γενομένων, ἀπελύετο ἐπ' οἴκου υἱὸς κεκλημένος τῆς τῶν Βουλγάρων δεσποίνης μετὰ Μιχαὴλ Ὀσφεν τίσθλαβος. Οὔπω πολὺς χρόνος τὴν υἱοποιίαν παρεμέτρει, καὶ δολιευσαμένη κτείνει ἡ δῆθεν μήτηρ τὸν υἱοποιεῖσθαι πιστεύσαντα. Ἀλλ' ἡ ∆ίκη οὐχ ὥσπερ ἔθος αὐτῇ τὰ πολλὰ κατημέλει, ἀλλ' ἀνιστᾷ τὸν ἐκζητήσοντα τὸ αἷμα τοῦ ἀδίκως πεφονευμένου. Καὶ ὁ λόγος ἄνωθεν βούλεται μετελθεῖν τὰ τῆς διηγήσεως.

γʹ. Τὰ κατὰ τὸν Λαχανᾶν ἀρχῆθεν καὶ ὅπως τὸν Κωνσταντῖνον πεφόνευκεν. Ἦν ἀγρότης ἐκεῖσε μισθοῦ βόσκων χοίρους, Κορδόκουβας κεκλημένος· τὸ δ' ὄνομα ἡ Ἑλλήνων γλῶσσα εἰς λάχανον ἐκλαμβάνει, καὶ Λαχανᾶς ἐντεῦθεν φημίζεται. Οὗτος, τῶν χοίρων ἐπιμελῶς ἔχων, ἑαυτοῦ κατημέλει, οὔτ' ἐπὶ τροφαῖς οὔτ' ἐπ' ἐνδύμασιν ἀσχολούμενος, μόνῳ δ' ἄρτῳ ἀποζῶν καὶ ἀγρίοις λαχάνοις, ἀπερίττως εἶχε καὶ ἀφελῶς καὶ πρὸς τοὺς ἑταίρους, καὶ αὐτοὺς κατ' ἐκεῖνον ὄντας, οἷς διεξῄει πολλάκις, δῆλος ἦν περὶ ἑαυτοῦ μεγάλα τινὰ φανταζόμενος. Οἱ δὲ οὐχ ἧττον κατεγέλων ἢ μὴν ἐπίστευον. Ἐντεῦθεν ἐκεῖνος, τοιαύταις οὐκ οἶδ' ὁπόθεν ἐλπίσι μετεωρίσας, τὸν νοῦν ἑαυτῷ προσεῖχε καὶ εὐχὰς ἀπεδίδου Θεῷ, ὡς ἔχων ἔτυχε· ποῦ γὰρ ἐκείνῳ μετὸν καὶ θείων λογίων, κἂν ἐπὶ νοῦν, ἐν τοῖς ἀγροῖς ὅσα καὶ τοῖς παρ' αὐτοῦ βοσκομένοις χοίροις τὸ παράπαν ἐκδεδιῃτημένῳ καὶ ἀφελῶς ἔχοντι; Σύννους οὖν τὰ πολλὰ διάγων καὶ οὐδὲν προὔργου τιθέμενος τῆς πρὸς ἀρχήν τινα καταστάσεως, πολλάκις τὰ αὐτὰ διεξῄει τοῖς ἀγρόταις ἐκείνοις καὶ συφορβοῖς, ἁγίων τινὰς ἐντυχίας λέγων καὶ παρακινήσεις τὰς παρ' ἐκείνων 551 εἰς ὃ κινηθῆναι καὶ ἔθνους ἄρξαι. Ταῦτα πολλάκις διεξιὼν ἐπιστεύετο. Καὶ ἤδη ἄλλως προσεῖχον αὐτῷ ἢ ὡς ἐδόκει· τὴν γὰρ προθεσμίαν ἐγγὺς ἐδήλου τοῦ κινηθῆναι. Μιᾶς οὖν τὸ τῆς ὁρμῆς σύνθημα λέγων λαβεῖν, αὐτίκ' ἐκείνους ἐφέλκεται πρὸς τὴν ἑαυτοῦ θεραπείαν, κἀκείνῳ ἕπονται, ὡς μέγα τι ἐλπίζοντες πράξειν. Ἀπέρχονται γοῦν εἰς χώραν καὶ τὸ τοῦ συφορβοῦ κηρύτ τουσιν ὄνομα, ὡς θεόθεν ἧκέ οἱ τοῦ ἄρξαι σύνθημα. Καὶ ἅμα λέγοντες ἔπειθον καὶ προσεπετίθεντο πλείους ἑκάστης. Κἀκεῖνος πρὸς τὸ εὐσταλέστερον μετεβάλλετο, ἀμπεχόνην τ' ἐνεδιδύσκετο καὶ σπάθην περιεζώννυτο, ἵππου τ' ἐπέβαινε καὶ ἀνεθάρρει πρὸς ἔργα μείζω ἢ κατ' αὐτόν. Τοῦ γοῦν Κωνσταντίνου ἀσθενῶς τοῦ σώματος ἔχοντοςτὸ γὰρ σκέλος κατεαγὸς ἔχων, ἀκίνητος ἦν, κἄν που καὶ ἀπελθεῖν ἔδει, ἐφ' ἁμάξης ἐφέρετο φόρτος κενός, πολλοὶ κατωλιγώρουν, καὶ μᾶλλον οἱ πρόσοικοι Τόχαροι, ἐκδρομὰς ἑκάστης ποιοῦντες καὶ Μυσῶν ὄντως λείαν τὰ Μυσῶν τιθέντες. Φάλαγγι γοῦν Τοχάρων προσκρούσας, ὁ Λαχανᾶς ἐμπίπτει σφίσι μεθ' ὧν ἐπεφέρετο καὶ κατὰ κράτος νικᾷ καὶ αὖθις ἄλλῃ καὶ οὕτως πρὸς τὸ μεγαλειό τερον ἐπ' οὐ πολλαῖς ἡμέραις καθίστατο. Χῶραι τοίνυν προσετίθεντό οἱ καὶ ἐπ' αὐτῷ πολὺν τὸν τοῦ εὖ πράξειν ἐλπισμὸν ἀραρότως εἶχον, καὶ ὁ Λαχανᾶς πολὺς ἦν φημιζόμενος πανταχοῦ· οὐδὲ γὰρ ἡμέρα ἐφίστατο καθ' ἣν οὐ πλείους τῶν προτέρων εἶχε καὶ ἠνδραγάθει προσβάλλων. Τοῦτο ἐθορύβησε μὲν καὶ τὸν Κωνσταντῖνον τὰ πλεῖστα, ἀγγελθὲν δὲ παρὰ δόξαν καὶ αὐτὸν θορυβεῖ βασιλέα· τὸ γὰρ οὕτως ἐπελθὸν παρ' ἀξίαν οὐκ ἂν ἐπελθεῖν εἰ μὴ ἐπὶ μεγίστοις τισὶν ᾤοντο. Ὁ μὲν οὖν Κωνσταντῖνος, μόνον ταράξας τὰ κατὰ τὸν Ζυγόν, μετήνεγκε τὸν νοῦν πρὸς τὸ ἀπροσδοκήτως φανὲν καὶ ὡς οὐκ ἂν μὴ ὅτι γ' οὗτος, ἀλλ' οὐδ' ἄλλος τις ᾠήθη ποτέ. Ὁ δὲ βασιλεύς, τοῦτο μὲν καὶ τἀκεῖ καταστῆσαι θέλων, τοῦτο δὲ καὶ πρὸς τὰ ἀκουσθέντα διαταραχθείς, προλαβεῖν ἠπείγετο καὶ τὰς ἄκρας κατοχυροῦν· καὶ δὴ ἐξελθὼν τῆς Κων σταντίνου, ἐπ' Ὀρεστιάδος ἤλαυνεν ὅλῳ ῥυτῆρι. Χειμῶνος δ' ἐξελθὼν καὶ πάγοις ἐπιών, πάσχει τι καὶ τῶν ἀνηκέστων· συμποδίζεται γὰρ ὁ ἵππος ἐπὶ πάγων βαίνων τῷ βασιλεῖ, καὶ συμπεσὼν ἐκείνῳ ὁ ἐποχούμενος πτῶμα 553 δεινὸν χεῖράς τε καὶ πρόσωπον δρύπτεται οὕτω χαλεπῶς ὡς μηδ' ἀρκέσαι τὸν τῆς ἐκστρατείας ὅλον χρόνον ἀπαλεῖψαι τὰ τραύματα, ἀλλ' ἔτι λείψανα τῶν πληγῶν