179
τὴν σαρκὸς ἡδονήν, τῆς δὲ Νινευὴ τὸν Θεὸν ἀντεχόμενον εἰσήγαγε τῆς Γραφῆς ὁ λόγος, δῆλον ὡς τοῖς ἀνθρώποις τιμίων τὸ τῷ Θεῷ φανὲν προσφιλὲς πάντων τῶν ὁπωσοῦν ὄντων πολλῷ κρεῖττόν ἐστι καὶ τιμιώτερον, ἦπου γε τῶν οὐκ ὄντων καὶ μόνῃ προλήψει κατ᾽ ἐσφαλμένην (14Γ_352> κρίσιν εἶναι δοκούντων, ὧν οὐδεὶς τὸ παράπαν ἐστὶ κατὰ τὴν ὕπαρξιν λόγος, μόνη δὲ φαντασία τὸν νοῦν φενακίζουσα καὶ σχῆμα τοῖς οὐκ οὖσι διάκενον, ἀλλ᾽ οὐχ ὑπόστασιν, τῷ πάθει παρεχομένη.
ΣΧΟΛΙΑ 1. Ποσαχῶς ἑρμηνεύεται Ἰωνᾶς. 2. Ποσαχῶς ἑρμηνεύται Ἰόππη. 3. Πόσοις ἀναλογεῖ πνευματικῶς θεωρούμενος Ἰωνᾶς. 4. Τίνος ἀναλογίαν ἔχει νοουμένη πνευματικῶς ἡ Ἰόππη. 5. Κατ᾿ ἄλλην ἐπιβολήν τοῖς καθ᾿ ἕκαστα πρόφορος θεωρία περί τῆς Ἰόππης. 6. Πολυταράχου ζάλης. 7. Κεφαλήν λέγει τόν πρῶτον περί μονάδος λόγον, ὡς ἀρχήν πάσης ἀρετῆς·
τάς δέ σχισμάς τῶν ὀρέων, τάς διανοίας τῶν πνευμάτων τῆς πονηρίας, ὑφ᾿ ὧν κατεπόθη διά τῆς παραβάσεως ὁ ἡμέτερος νοῦς.
8. Γῆν λέγει κατωτάτην, τήν μηδαμῶς γνώσεως αἰσθανομένην θείας, ἤ τῆς κατ᾿ ἀρετήν ζωῆς τήν οἱανοῦν κίνησιν ἔχουσαν, ἕξιν.
9. Ἄβυσσον καλεῖ τήν ἄγνοιαν ἐπικειμένην τῇ ἕξει τῆς κακίας· ἐφ᾿ ᾗ βέβηκεν καθάπερ γῇ, τά τῆς κακίας πελάγη.
10. Γῆν μέν τήν παγίαν τῆς κακίας ἕξιν εἶπεν· αἰωνίους δέ μοχλούς, τάς συγκρατούσας τήν χειρίστην ἕξιν ἐμπαθεῖς προσπαθείας τῶν ὑλικῶν.
11. Φέγγος λέγει τήν ἀληθῆ γνῶσιν· ζωήν δέ βροτῶν, τήν πρέπουσαν λογικοῖς πολιτείαν, ἧς ὁ τήν κακήν ἕξιν ἔχων ἐστερῆται.
12. Ἐνταῦθα τήν θάλασσαν, εἰς τόν κόσμον τοῦτον ἔλαβεν· εἰς ὅν διά σαρκός ὁ Κύριος γέγονεν.
13. 'Ἀνάπαυσιν' λέγει τόν Κύριον, ὡς τῶν ἐπ᾿ ἀρετῇ πόνων λυτήριον· ἴασιν δέ Θεοῦ, ὡς ἰατρόν τῆς ἐκ τοῦ θανάτου (14Γ_354> πληγῆς· Θεοῦ δέ χάριν, ὡς ἀπολύτρωσιν· καί Θεοῦ πόνον, ὡς τῶν ἡμῶν ἀναδοχέα παθῶν.
14. Πῶς ἐστι χάρις ὁ Κύριος ἡμῶν καί Θεός· ἴδε, Νεῖλε, καί μή σαλεύου, τῷ· «Πλήρης χάριτος καί ἀληθείας».
15. Πῶς δηλοῖ τήν προφητικήν χάριν Ἰωνᾶς. 16. Ὅτι δαπανᾷ, φησί, προσβάλλουσαν τήν πονηράν δύναμιν, ἡ τῶν ἁγίων
ὑπομονή. 17. Ὅτι σωματικῶς οἱ ἅγιοι πάσχοντες, καί τόν ὑπέρ ἀληθείας ἑκουσίως
ὑπερχόμενοι θάνατον τῆς σαρκός, τήν κατά πίστιν ἐν πνεύματι ζωήν ἐνήργουν τοῖς ἔθνεσι.
18. Ὅτι τῆς καθ᾿ ὑπερβολήν θείας δυνάμεώς ἐστιν ὑπόθεσις, ἡ κατά φύσιν τῶν ἁγίων ἀσθένεια· ἧς ἥττονα τόν ὑπερήφανον διάβολον ὁ Κύριος ἔδειξεν.
19. Τόν βασιλέα φησίν εἶναι, τόν φυσικόν νόμον· τόν δέ θρόνον, τήν ἐμπαθῆ κατ᾿ αἴσθησιν ἕξιν· τήν δέ στολήν, τήν τῆς κενῆς δόξης περιβολήν· τόν δέ σάκκον, τό κατά τήν μετάνοιαν πένθος· τήν δέ σποδόν, τήν ταπεινοφροσύνην.
20. Ἀνθρώπους λέγει, τούς περί τόν λόγον· κτήνη δέ, τούς περί τήν ἐπιθυμίαν· βόας δέ, τούς περί τόν θυμόν· πρόβατα δέ τούς περί τήν θεωρίαν τῶν ὀρατῶν πταίοντας.
21. Ὅτι καί τήν ἑκάστου ψυχήν ἡ Νινευή σημαίνει. 22. 'Οὐκ ἄνευ' εἰσί, χρόνος καί τόπος· ὧν χωρίς οὐδέν ἔστιν τῶν γενητῶν. 23. Τούς περί ἀρετῆς καί γνώσεως λόγους ἔχουσα ἡ Ἐκκλησία, καί ἡ τοῦ καθ᾿
ἕκαστον ψυχή, ὡς ὑπερβαίνοντας χρόνον καί φύσιν, πλέον ἔχει τῶν δώδεκα