180
ἐμμένειν ἐπανελθόντι τῷ βασιλεῖ. Ἅμα γοῦν ἐπέβη ὁ κρατῶν τῆς Ἀδριανοῦ, καὶ ἅμα ἡ σφαγὴ τοῦ Κωνσταντίνου ἀγγέλλεται. Ὡς γὰρ ηὐξάνετο καθ' ἡμέραν ὁ Λαχανᾶς καὶ πολλοὶ προσεχώρουν ἐκείνῳ, κατολιγωροῦντες τοῦ σφῶν βασιλέως, ἐκποδὼν δ' ἦν ἤδη καὶ Ὀσφεντίσθλαβος, τῶν δόλων ἀπονάμενος τῆς Μαρίας, οἱ δέ γε προσῳκειωμένοι τῷ Κωνσταντίνῳ, οἱ μὲν ἐξ ἀνθρώπων ἦσαν, ταῖς τῆς Μαρίας κακεντρεχείαις κατειργασμένοι, ὅσοι δὲ καὶ περιῆσαν, οἱ μὲν παρ' ἐκείνων ἐπὶ δυσνοίαις ὑπωπτεύοντο, οἱ δὲ καὶ ταῖς ἀληθείαις ἐδυσνόουν, μόνος ἢ μετ' ὀλίγων ἐγκαταλειφθείς, Κωνσταντῖνος ὁρμᾷ μετελθεῖν τὸν ἤδη καὶ αὐτοῦ κατολιγωροῦντα. Καὶ δὴ συνταξάμενος τὰς δυνάμεις, ὁ μὲν ἐφ' ἁμάξης ἐφέρετο, οἱ δὲ οἷς ἐκεῖνος ἐπίστευε τὰς ὑπὲρ ἐκείνου ὁρμὰς κατεκλῶντο. Ὁ δὲ Λαχανᾶς, ὁμόσε χωρήσας ἐκείνῳ, ἅμα φανεὶς ἐπεισπίπτει καὶ κατὰ κράτος αἱρεῖ· κἀκεῖνον μέν, μηδὲν κατὰ πόλεμον πράξαντα βασι λείας ἄξιον, δίκην ἱερείου κατασφάττει· τινὰς δὲ τῶν ἐκείνου καταγωνι σάμενος, τοῖς λοιποῖς ὡς σφετέροις ἐχρᾶτο. Καὶ ἤδη βεβαίως ἐπισχὼν τὴν χώραν, καὶ πόλεων ἥπτετο καί γ' αὐτὰς αἱρῶν οὐκ ἀνίει ὡς ἄρχων καὶ βασι λεὺς φημιζόμενος. Ἀλλὰ τὰ μὲν κατ' ἐκεῖνον οὕτω, καὶ οὕτως ὁσημέραι πλέον ἐμεγαλύνετο καὶ εὐοδούμενος ἐπεδίδου.
δʹ. Ὅπως ὁ βασιλεὺς τῇ θυγατρὶ Εἰρήνῃ τὸν Ἀσὰν εἰς γάμον ἥρμοσεν. Ὁ δὲ βασιλεύς, τῷ μὲν παρὰ δόξαν συμβάντι ὡς εἰκὸς ἐπαλγήσας, τὰ δὲ καθ' αὑτὸν ὡς ἐνῆν κατασφαλιζόμενος, ὅσον ἀσφαλῶς εἶχεν ἐκ Κων σταντίνου πεσόντος, ἐπαύξειν ἤθελε ταῖς πρὸς τὸν Λαχανᾶν ἀγχιστείαις. Καὶ πέμψας μὲν ἀπεπειρᾶτο τοῦ βαρβάρου, ἐφ' ᾧ καὶ γνῶναι εἰ ἱκανῶς ἔχοι καὶ πρὸς τὸ πρόσω χωρεῖν, οὕτως ἀρξάμενος μὲν ἀπερίττως, τὰ μέγιστα δ' εὐτυχηκὼς ἐκ τοῦ ῥᾷστα. Καί γε καὶ γαμβρὸν ἐπὶ θυγατρὶ διενοεῖτο ποιεῖν, εἰ σφίσι δόξειεν ἐνικανωμένος καὶ πρὸς αὐτὴν τὴν τῶν Βουλγάρων ἀρχήν. Ὅμως δ' ἐνορῶν τὸ τῆς τύχης ἄστατον, ὡς ἅμα μὲν χαρίζεσθαι καὶ τὰ μέγιστα, ἅμα δὲ καὶ τὰ ἀρχαῖα προσαφαιρεῖσθαι, κλίνουσαν τὰ ζυγά, ἀρετῇ δὲ καὶ τὸ προσγενόμενον οἰκεῖον καὶ τὸ ἀπογενόμενον οὐκ ἀνέλπιστον, ὑπώπτευε τὰ πολλὰ τὴν τύχην, μή, δοῦσα μεγάλα ἐξαίφνης, τὸ πᾶν ταχέως ἀφέληται καί, ἀρετῆς μὴ οὔσης μηδὲ βραχύ, καὶ τὸ παρ' ἐκείνης διδόμενον 555 ἀμαυρῷτο, ὡς μὴ φθάνειν ἐπιτυγχάνοντα θαυμάζεσθαι καὶ ἐλεεῖσθαι ἀποτυγχάνοντα. ∆ιὰ τοῦτο καὶ ταῦτα στρέφων ἐπὶ λογισμῶν, βουλὴν συνέλεγε, τοὺς ἀμφ' αὑτὸν συγκαλῶν. Ἔβλεπε γὰρ τὴν τῶν Βουλγάρων ἀρχὴν τοῦ προστα τήσοντος χρῄζουσαν ἐξ ἀνάγκης, παρετίθει δὲ καὶ τῷ Λαχανᾷ τὸν ἐκ τοῦ Μυτζῆ Ἰωάννην· καὶ τῷ μὲν τύχην καὶ θράσος καὶ τὸ ἐπὶ τῶν πραγμάτων εἶναι εἰς πρόσβασιν τῆς ἀρχῆς διεγίνωσκε συντελέσοντα, Ἰωάννην δὲ τὸ γένος καὶ τὴν ἀφ' αὑτοῦ σύναρσιν κατοχυροῦν εἰς ἀρχὴν οἷά τ' ὄντα καὶ μᾶλλον διέκρινε. Καὶ πολλοῖς γε ἤρεσκεν ἡ βουλή· τὸν τοῦ Μυτζῆ υἱὸν εἰς γαμβρὸν γενέσθαι τῷ βασιλεῖ, καί, οὕτως ἐπὶ τῇ πατρόθεν βασιλείᾳ καταστάντα, συνεργηθῆναι καὶ ἀπ' αὐτοῦ βασιλέως πρὸς ταύτην, ἐπικλῖναί τε θᾶττον πρὸς ταῦτα καὶ τοὺς Βουλγάρους, ἅμα μὲν διὰ τὸ προσὸν τῷ Μυτζῆ δίκαιον καὶ τὸ ἀπὸ τῶν πατέρων αὐτοῦ πρὸς σφᾶς ἱλαρόν, ἅμα δὲ καὶ διὰ τὴν τοῦ βασιλέως πρὸς αὐτὸν κηδεμονίαν, ὅσα καὶ πενθεροῦ πρὸς γαμβρόν· εἰκὸς δὲ καὶ τὸν Λαχανᾶν, ἐξαίφνης ἐκ τύχης φυσηθέντα, ὑπο χαλάσαντα τὰς ὁρμάς, φανεισῶν Ῥωμαϊκῶν ἐκεῖσε δυνάμεων, ἢ πρὸς δουλείαν ὑποπεσεῖν ἢ μὴν καί που κρυβῆναι φεύγοντα, μὴ ἔχοντα ὅπῃ ἄρα καὶ ἰσχυρίσαιτο· Μαρίαν δὲ καὶ παῖδα ταύτης ῥᾷον τοὺς Τερνοβίτας προδοῦναι· τὰ γὰρ πρὸς αὐτοὺς ἐκείνης κακὰ οὐ τοσοῦτον μικρὰ ὥστε καὶ λήθῃ δοθῆναι.
εʹ. Ὅπως ὁ βασιλεὺς ἐπὶ τούτῳ πέμψας ἐζήτει βουλὴν καὶ παρὰ τοῦ πατριάρχου. Ταῦτα βουλευσαμένων, ὁ βασιλεὺς καὶ τὴν ἀπὸ τοῦ πατριάρχου βουλὴν πέμψας ἐν ἀπορρήτοις ἐζήτει. Καὶ ὃς τὰ πολλὰ πρὸς τὸν Μυτζῆ ἔρρεπε καὶ γράφων τὴν ἐπὶ τῇ βουλῇ ῥοπὴν ἐδίδου. Τοῦτο καὶ Πρίγκιψ ὁ ἱερομόναχος Θεοδόσιος,