1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

183

βασιλέως ἀποστολαίτοὺς διασαφήσοντας τῷ βαρβάρῳ τὰ τῆς βουλῆς τε καὶ ἀξιώσεως. Καὶ ὃς ἀκούσας πρῶτον μὲν καθυπερηφανεύετο δῆθεν καὶ τοῖς ἐπεσταλμένοις ἀπεσεμνύνετο, διαθρυπτόμενος οἷον, εἰ ἀρχὴν ὅσον οὔπω κτησομένην αὐτῷ σπάθῃ καὶ δυνάμει κρείττονι ἐκείνη φθάνει χαρίζεσθαι. Ὅμως καὶ τὰ τοῦ λέχους προσίετο, πονηρῶς ἄγαν καὶ βαθέως, οὐχ ὥς τις ἂν εἴποις φιλόγυνις καὶ τῆς γυναικωνίτιδος ἐραστής· τὸ γὰρ μαλάττειν τὰ ἤθη, τῶν δεξομένων καὶ λίαν ὡς καταφρονησόντων αὐτίκα, διεφυλάττετο· ἄλλως δὲ κατ' εἰρήνην καὶ τοῦ μὴ χέεσθαι ἐμφυλίοις πολέμοις αἵματα κατεδέχετο, ὡς χάριν διδούς, οὐ λαμβάνων. Ὅρκων οὖν γενομένων καὶ συνθηκῶν ἐξ ἑκατέρων, ὑπανοίγνυσί τε αὐτῷ τὰς πύλας καί, ἐντὸς δεξαμένη, τελεῖ ἑαυτῇ σὺν ἐκείνῳ τοὺς γάμους, καὶ τὰς ταινιώσεις τῆς βασιλείας καὶ αὖθις συνάμα δέχονται, καί γε παρασκευάζει τῷ βασιλεῖ ἀντίπαλον, ὡς ᾤετο, ἱκανόν. Τοῦτο συμβάν τε καὶ ἀκουσθὲν τὸν βασιλέα αὐτάρκως καὶ ὡς ἐνῆν διετάραξε. Ὑπεκρίνετό τε κἀκεῖνος μὴ ἀθυμεῖν σφαλλόμενος τῶν ἐλπίδων, ἀλλὰ στυγεῖν τῷ παρ' ἀξίαν ἐκείνης πταίσματι, ὥστε καὶ τὸ γένος καταισχῦναι καὶ τὴν ἀρχὴν προσαπολλύναι τῷ μηδενὸς ἀξίῳ κατεγχειρίσα σαν· μηδὲ γὰρ ἀνθέξειν ὅλως καὶ ὑποσχεῖν ἐκεῖνον ἐπιβρίσασαν ἐκ Τοχάρων 565 δύναμιν, ἣν εἰκὸς ἐπεισπίπτειν ἅμα μὲν πρὸς ἐχθρὸν προφανῆ, ἅμα δὲ καὶ παρὰ τῶν οἰκείων καταφρονούμενον. Ταῦτα λέγων, οὐκ ἀνίει καὶ αὖθις πέμπων τε δυνάμεις ἀγωνιουμένας καὶ τὰ πρὸς καταβολὴν Μαρίας κατασκευαζόμενος. Ὁ τοίνυν Λαχανᾶς πρὸς τὰς τῆς γυναικὸς θρύψεις καὶ ἀπήχθετο καὶ βαρβαρικῶς ἤθελε διαζῆν, τοὺς ἀμφ' αὑτὸν καὶ λίαν ὑποποιούμενος· ἔγνω γὰρ ἀμφοτέρωθεν ἐξαρτυομένους πολέμους καὶ τὰς βλακείας μηδὲν οἵας τ' οὔσας κατευνάζειν τοὺς ἐκ τῶν πολέμων κινδύνους, ὥστε καὶ πολλάκις, πρὸς ἐκείνην διαφιλονεικοῦντα, ἐντείνειν πληγάς. Αὐτὸς δέ, κρείττω πάσης ἀσχολίας τὰ κύκλῳ συνανιστά μενα κρίνων, ὑπεποιεῖτό τε τοὺς ἄρχοντας τῶν Βουλγάρων καὶ πρὸς πολέμους ἡτοιμάζετο τοὺς κατ' ἄμφω· οὐδὲ γὰρ ἦν οὔτε Τοχάροις διὰ τὰ πραχθέντα σπένδεσθαι οὔτε τοὺς τοῦ βασιλέως ὁπωσοῦν ἀναρτᾶν. Μέντοι γε καὶ καθ' ὅσον ἴσχυεν ἀντιπαρετάττετο, τὸ μὲν ἑκών, τὸ δ' ἄκων· ἀρχὴν γὰρ λαβὼν ἣν οὐκ ἤλπισεν, ἔσπευδε μὴ μόνον ἔχειν, ἀλλὰ καὶ συνιστᾶν. Ἐπιτιθεμένων δ' ἄλλως καὶ τῶν ἔξωθεν ὁσημέραι, καὶ ἄκων κατηναγκάζετο μάχεσθαι· ᾔδει γὰρ καὶ βάρβαρος ὢν πολεμήσοντα ἐξ ἀνάγκης τὸν μὴ θέλοντα πολεμεῖν. ∆ιὰ ταῦτα γοῦν τὰ κατ' ἐκεῖνον εὐώδει παραβολώτερον συμπλεκόμενα. Οὔτε γὰρ οἱ ἀνθιστάμενοι ἴσχυον ὁρμαῖς ἀτακτούσαις ἀντίσχειν, καὶ τὸ διευτο νοῦν κατωρρώδει τὴν ἀπέντευξιν, ὡς μὴ καλῶς χρησομένου τοῦ περιγεγονό τος. Τὸ γὰρ εἰς χεῖρας γενέσθαι τῷ Λαχανᾷ ἶσα καὶ θάνατος ἦν, ἀπηνείας ἕνεκα τῆς ἐσχάτης· βάρβαρα γὰρ ἤθη τὰ ἐκ τύχης ἐλεεινὰ μαλάσσειν οὐκ οἶδεν. Ὅθεν καὶ πολλάκις, ταῖς τόλμαις περιγενόμενοι, παραυτίκα τῷ τῶν δεινῶν ἐλπισμῷ, εἰ ἁλῷεν, συστελλόμενοι, ἀπηντεύκτουν. Πολλαῖς μὲν οὖν ταῖς ἀμφὶ τὸν Ἀσὰν δυνάμεσι περιεστοιχίζετο· πλὴν οἱ ἐκεῖθεν ἐνίοτε καὶ ἄκοντες ἁλισκόμενοι ἐν καλοῖς ἦσαν διὰ τὸ προσπίπτειν αὐτίκα, ὡς δῆθεν τυράννου μὲν ἀπαλλαγέντες, βασιλεῖ δὲ προσγιγνόμενοι· τοῖς δ' ἐντεῦθεν ἀπαγομένοις ἐκεῖ πρόσχημά τι οὐκ ἦν ὑπονοηθῆναι τὸ σῷζον, ἀλλ' ὡς ἐχθροὶ ἐκολάζοντο.

ηʹ. Ὅπως Μαρία μὲν παρεδόθη βασιλεῖ, Ἀσὰν δὲ Τερνοβίταις παρεδέχθη. Ἐτρίβοντο μὲν οὖν ἐντεῦθεν τὰ πράγματα, ἄλλην δ' ἀπαλλαγὴν τῶν κακῶν οὐκ ἦν ἐλπίζεσθαι εἰ μὴ τὴν τοῦ βαρβάρου ἀπαλλαγήν, ἧς καὶ ταχέως 567 ἐξελθόντος ἐπιστάσης· τὸ γὰρ παλίμβολον τῆς τύχης ὅσον οὔπω οὐκ ἦν ἐκφυ γεῖν οὐδ' ἐκεῖνον, καὶ μᾶλλον φυσηθέντα τὸ πᾶν ἐκ τύχης. Ὅθεν καὶ Τοχάρων ἡσσημένος ἠγγέλλετο, καὶ ταῖς ἐκεῖθεν φήμαις ἐμπίπτει Τερνοβί ταις καιρός, ὡρμημένοις πάλαι κατὰ Μαρίας· καὶ ἅμα παιδὶ προδιδόναι ταύτην ἔγνωσαν τοῖς τοῦ βασιλέως, τὸν Ἀσὰν δὲ δεσπότην ἐδέχοντο, ὅτι καὶ ἐκ παλαιοῦ οἱ προσῆκε τὰ Βουλγάρων πράγματα. Ἡ μὲν