184
οὖν Μαρία, ἔμφορτος οὖσα τῷ ἀπὸ τοῦ βαρβάρου κυοφορήματι, ἅμα παιδὶ Μιχαὴλ πρὸς βασιλέαἐπεδήμει γὰρ τῇ Ἀδριανοῦ τὸ δεύτερονἤγετο καὶ φυλακαῖς ταῖς προσηκούσαις ἐδίδοτο· Ἀσὰν δὲ σὺν Εἰρήνῃ, οὐχ ἅμα, ἀλλὰ μετὰ τὸν Ἀσὰν ἐκείνη, βασιλέως πρὸς πόλιν ἐλθόντος, ἀνέδην ἐπέβαινον τῆς Τερνόβου καὶ βασιλεῖς ἐφημίζοντο. Ἦν δ' ἐν τοῖς μάλιστα τῶν προὐχόντων καὶ Τερτερῆς, ᾧ δὴ καὶ μεγάλως τὸ Βουλγαρικὸν προσεῖχε καὶ παρ' ἐκείνοις ἐμεγαλίζετο. Τοῦτον ἠβούλετο μὲν βασιλεὺς τῷ Ἀσὰν κατὰ γένος συνείρειν καὶ τιμᾶν ἀξιώμασι· τὸ γὰρ ὑφέρπον ἀπ' ἐκείνου πρὸς βασιλείαν πολὺ ἦν, ἐπεὶ καὶ στρατηγῶν δῆλος ἦν τοῦ μείζονος ἐφιέμενος. Ἐμποδὼν δ' ἦν τοῖς βουλευομένοις ἡ σύζυγος· τὸ γὰρ ταύτην ἔχοντα τιμᾶσθαι, μηδὲν τῷ Ἀσὰν κατὰ γένος συνάπτοντα, λαμβάνοντος μᾶλλον ἦν πρὸς τὴν τῶν ὑπονοουμένων ἄναψιν πλεῖστον ὅσον ἐμπύρευμα. ∆ιὰ τοῦτο καὶ δεσπότην προτείνει ποιεῖν, εἰ, τῆς γυναικὸς ἀποστάς, τῇ τοῦ Ἀσὰν αὐταδέλφῃ εἰς γάμον συνάπτοιτο. Γέγονε ταῦτα, καὶ ἡ μὲν τοῦ Τερτερῆ σύζυγος, ἀχθεῖσα πρὸς βασιλέα, τῇ κατὰ Νίκαιαν ἐδίδοτο φυλακῇ σὺν υἱῷ Ὀσφεντισθλάβῳ, ἡ δὲ τοῦ Ἀσὰν αὐταδέλφη τῷ Τερτερῇ συνηρμόζετο καὶ τῷ τῆς δεσποτείας ἀξιώματι ἐσεμνύνοντο.
θʹ. Ὅπως Ἀσὰν ἐκ Τερνόβου ἀπεχώρησεν. Εἶχε μὲν οὖν ἐντεῦθεν τῷ δοκεῖν τὰ μεγάλα πρὸς συνεργίαν Ἀσάν, καὶ χρόνος ὀλίγος αὐτῷ παρεμέτρει τὴν τῶν Βουλγάρων ἀρχήν. Ἐπεὶ δὲ ταχέως παρακεκίνηντοπρὸς γὰρ ἀπιστίαν τὸ Βουλγαρικὸν ἕτοιμον, καὶ αὔραις ἔστι πιστεύειν ἀνέμων μᾶλλον ἢ σφῶν εὐνοίαιςκαὶ τὰ τῆς ἀποστασίας δῆλοι ἦσαν ἐκ πολλῶν ὠδίνοντες, ἀνεζωπύρει δὲ τούτοις τὰς γνώμας καὶ Τερτερῆς, κρυφηδὸν βασιλειῶν ἤδη, καί, τἆλλα φανερὸς ὢν εἰς τὴν ὑποψίαν, μόνῳ τῷ πρὸς τὸν Ἀσὰν κήδει συνεκαλύπτετο, ὡς μὴ προδώσων δῆθεν ᾧ 569 κατὰ γένος συνήπτετο, συνιδὼν τὴν παρακίνησιν ὁ Ἀσὰν καὶ δείσας μὴ προλαβόντες ἐκρήξαιεν τὸ δεινὸν καὶ οὐ φευκτὰ ἔσοιτό οἱ τὰ τοῦ κινδύνου, τὴν φυγὴν εὐσχημόνως ποιεῖσθαι προὐνόει καὶ μετὰ κέρδους, ὃ δὴ καὶ ἐνεχώρει κερδαίνειν. Τὰ γὰρ τῆς βασιλείας τῶν Βουλγάρων πράγματα, ἃ δὴ καὶ μάλιστ' εἶχον ἐκ Ῥωμαίων λαβόντες, ἡσσημένων τὸ πάλαι, στρατηγοῦντος τοῦ βασιλέως Ἰσαακίου, καί γ' ἐνέκειντο τεθησαυρισμένα κατ' αὔχημα μᾶλλον ἢ κατὰ χρείαν, ταῦτα δὴ καὶ ὅσον ἦν ἄλλο φόρτος εὐκόμιστος ἐν ἀφανεῖ περισχόντες σάκκοις καὶ τῆς πόλεως ἐκβαλόντες νυκτός, αὐτοί, τοὺς εἰς ἄνεσιν καὶ τρυφὴν τῶν ἔξω που τῆς πόλεως ἐξιόντας σχηματισάμενοι, ἀνὰ κράτος εὐθὺ τῆς μεγαλοπόλεως ἔφευγον. Καὶ πρῶτον εἰς Μεσέμβρειαν ὑπὸ βασιλικῷ κόμπῳ καὶ τρυφῇ φθάσαντες, ὡς μὴ φωραθεῖεν φεύγοντες, οὕτω θαλάσσῃ χρῶνται καὶ πλῷ πρὸς τὴν πόλιν. Καὶ δὴ καταχθέντας τῇ κατὰ τὸν Ἀνάπλουν τοῦ Ἀρχιστρατήγου μονῇ ἐφ' ἡμέραις ὁ κρατῶν οὐκ ἐδέχετο, ἐν ὀργῇ παντοίᾳ τὴν ἀποφυγὴν ποιούμενος καὶ τὸ πᾶν δειλίᾳ καὶ κακανδρίᾳ ἐκείνων κρίνων πολλῶν πόνων καὶ ἐξόδων ἀπώλειαν ἐν βραχεῖ. Ὡς δ' οὐκ ἦν τὸ γεγο νὸς ἀναλύεσθαι, ἐκείνοις μὲν ἐκχωρεῖται, τὴν πόλιν εἰσελθόντας, τῷ βασιλεῖ ἐμφανίζεσθαι, ὁ δέ γε Τερτερῆς ἐρήμης βασιλείας, θελόντων καὶ τῶν Βουλγάρων, ἐπιλαμβάνεται. Καὶ ἐν ὀλίγῳ ἅμ' ἠκούετο βασιλείας ἐπιβαίνων καὶ ἅμα, ταινιούμενος κατὰ βασιλέας, ἐγκρατὴς τῶν πραγμάτων ἦν. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, τὰ δ' ἐντεῦθεν ἐσαῦθις ἐροῦμεν.
ιʹ. Ὅπως κατηγορίαι συνεσκευάσθησαν κατὰ τοῦ πατριάρχου Βέκκου. Ἤδη δὲ χρόνων παρῳχηκότων τεττάρων τῷ Ἰωάννῃ τὰ τῆς πατριαρχίας διαφέροντι, κατὰ μῆνα ληναιῶνα τῆς ἑβδόμης ἰνδικτιῶνος, δειναὶ κατηγορίαι τούτῳ παρά τινων τῶν τοῦ κλήρου συρράπτονται, ψευδεῖς μὲν καὶ διακενῆς τὸ παράπαν, οὐ μὴν δὲ καὶ δυσχερεῖς τῷ κρατοῦντι δέχεσθαι. Ἦν γὰρ ἐκείνῳ διὰ σπουδῆς ὅτι πλείστης ὑποχαλᾶν τὸν τόνον τοῦ ζήλου τῷ πατριάρχῃ, καὶ μᾶλλον τά οἱ πραχθέντα ἐξ ὑπογύου ἔχοντα, περὶ ὧν ἀνω τέρω ἐρρέθη· ταῦτα γὰρ καὶ ἄλλ' ἄττα πλεῖστα ἐπισυμβαίνοντα ἀνῆπτε 571 μὲν τὴν βασιλέως ὀργήν, οὐ μὴν δ' εἶχεν ὅπως τῆς