184
λογισμούς. Γαβαωνῖται γὰρ ἑρμηνεύονται 'ὀρεινοὶ ἢ μετέωροι·' δηλοῦσι δὲ σαφῶς οὗτοι τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν ὑψηλοτέρους λόγους ἢ τοὺς ἐφ᾽ ἡμῖν κατὰ φύσιν λογισμούς, οὓς ἀποκτέννει Σαοὺλ καὶ εἴτις νῦν κατὰ διάθεσιν ἄλλος ὑπάρχει Σαούλ, διὰ τὴν ἐν μόνῳ τῷ νομικῷ γράμματι πλάνην τοὺς κατὰ φύσιν ἀποπέμπεσθαι καὶ παραχαράττειν οὐ παραιτούμενος λόγους. Οὐδεὶς γὰρ μόνῃ προσανέχων τῇ σωματικῇ τοῦ νόμου (14Γ_374> λατρείᾳ φυσικὸν τὸ παράπαν δύναιτ᾽ ἂν παραδέξασθαι λόγον ἢ λογισμόν, ὅτι μηδὲ πέφυκε ταὐτὸν εἶναι τῇ φύσει τὰ σύμβολα.
Εἰ δὲ ταὐτὸν οὐκ ἔστι τῇ φύσει τὰ σύμβολα, κατὰ φύσιν ὁρᾶν τῶν ὄντων τὴν γένεσιν οὐδέποτε δύναται σαφῶς ὁ τοῖς τοῦ νόμου συμβόλοις ὡς πρωτοτύποις προστετηκὼς καὶ διὰ τοῦτο παραλόγως τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους, μὴ λογιζόμενος(12) ὅτι χρὴ περιποιεῖσθαι τοὺς ὑπὸ Ἰησοῦ διασωθέντας, ὑπὲρ ὧν καὶ πρὸς τοὺς ἐπαναστάντας αὐτοῖς πέντε βασιλεῖς τὸν φοβερὸν ἐκεῖνον συνεκρότησε πόλεμον, ἐν ᾧ καὶ οὐρανὸς αὐτὸς κατὰ τῶν ἐπαναστάντων τοῖς Γαβαωνίταις διὰ λίθων χαλάζης τῷ Ἰησοῦ συνεμάχησε· οὓς κατέστησε ξυλοφόρους καὶ ὑδροφόρους τῆς θείας σκηνῆς(13), τουτέστι τῆς διὰ τῆς σκηνῆς προδιατυπωθείσης ἁγίας Ἐκκλησίας, ὁ σαρκωθεὶς Λόγος. Οὗτος γάρ, οὗτός ἐστιν Ἰησοῦς ὁ ἀποκτείνας τοὺς κατ᾽ αἴσθησιν αὐτοῖς ἐπανισταμένους ἐμπαθεῖς τρόπους καὶ λογισμούς. Ἀεὶ γὰρ τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ὁ τοῦ Θεοῦ Λόγος Ἰησοῦς περιποιεῖται, προσκαθιστῶν αὐτοὺς τῆς θείας τῶν μυστηρίων σκηνῆς ξυλοφόρους καὶ ὑδροφόρους, οἷα δὴ τῆς ἐξαπτικῆς τοῦ φωτισμοῦ τῆς θείας γνώσεως ὕλης καὶ τῆς ῥυπτικῆς τῶν παθῶν καθάρσεως ἢ τῆς ἐν Πνεύματι ζωτικῆς διαδόσεως ἀφορμῆς χορηγούς. Φυσικῆς γὰρ θεωρίας χωρὶς ἐν οὐδενὶ κατ᾽ οὐδένα τρόπον οὐδαμῶς συντηρεῖσθαι πέφυκε τῶν μυστηρίων ἡ δύναμις.
Εἰ δὲ καὶ τὴν ἐθνικὴν μοῖραν δηλοῦσιν οἱ Γαβαωνῖται(14), προσχωροῦσαν τῷ κληροδότῃ τῶν θείων ἐπαγγελιῶν Ἰησοῦ καὶ σῳζομένην διδασκομένην τε ξυλοφορεῖν καὶ ὑδροφορεῖν, τουτέστι τὸν περὶ σταυροῦ καὶ τῆς δι᾽ ὕδατος θείας ἀναγεννήσεως μυστικὸν καὶ σωτήριον λόγον πρακτικῶς τοῖς ὤμοις τῶν (14Γ_376> ἀρετῶν περιφέρειν, καὶ χορηγεῖν τῇ θείᾳ κιβωτῷ τῆς εὐσεβοῦς πίστεως, ξύλων δίκην, διὰ μὲν τῆς πρακτικῆς τῶν ἐπὶ γῆς μελῶν τὴν νέκρωσιν, διὰ θεωρίας δέ, καθάπερ ὕδωρ, τὴν ἐπιρροὴν τῆς ἐν Πνεύματι γνώσεως, οὐκ ἄτοπον οὐδὲ τῆς εὐσεβείας ἀλλότριον.
Εἴτε γοῦν τοὺς κατὰ τὴν φυσικὴν θεωρίαν λόγους, εἴτε τὴν σῳζομένην διὰ πίστεως μερίδα τῶν ἐθνῶν προτυποῦσιν οἱ Γαβαωνῖται, τὸν ἰουδαϊκῶς ζῆν κατὰ τὸν ἐν μόνῳ τῷ γράμματι νόμον προῃρημένον ἔχουσιν ἐχθρὸν καὶ τοῦ σῳζομένου πολέμιον. Ὁ γὰρ Θεὸν τὴν κοιλίαν ἡγούμενος καὶ ὡς ἐπὶ δόξῃ τῇ αἰσχύνῃ καλλωπιζόμενος μόνων οἶδεν ὡς θείων ἀντέχεσθαι διὰ σπουδῆς τῶν παθῶν τῆς ἀτιμίας καὶ διὰ τοῦτο μόνα περιέπει τὰ χρονικά, τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος(15) καὶ τὴν κατὰ παράχρησιν πενταπλῆν ἐνέργειαν τῶν αἰσθήσεων, τὰ μὲν ὡς Ῥεσφᾶς τῆς παλλακῆς τέκνα, τὰ δὲ ὡς τῆς ἀτίμου θυγατρὸς ἔκγονα Μερόβ. Τῇ γὰρ ὕλῃ καὶ τῷ εἴδει συμπλακεῖσα κατὰ μίξιν ἡ αἴσθησις ἀποτελεῖν μὲν πάθος, ἀποκτέννειν δὲ καὶ συντελεῖν τοὺς κατὰ φύσιν πέφυκε λόγους. Οὐ γὰρ πέφυκε πάθει συνεμφαίνεσθαι τὸ παράπαν φύσεως λόγος(16), ὥσπερ οὔτε φύσει συναποτίκτεσθαι κατὰ τὴν γένεσιν πάθος.
Οὐκοῦν ὁ μόνου τοῦ γράμματος τῆς Γραφῆς ἀντεχόμενος κατὰ τὸν Σαοὺλ καὶ τοὺς κατὰ φύσιν ἀποπέμπεται λόγους καὶ τὴν μυστικῶς προκεκηρυγμένην τῶν ἐθνῶν οὐ προσδέχεται κλῆσιν, πρὸς μόνην κεχηνὼς κατὰ νόμον, ὡς οἴεται, τῆς σαρκὸς τὴν ἀπόλαυσιν. Ταύτης οὖν κρατούσης τῶν κατὰ μόνην τὴν αἴσθησιν ζώντων(17) τῆς κατὰ νόμον σωματικῆς διαθέσεως, ἡ λιμὸς οὐ διαδείκνυται τῆς θείας