185
ὁρμῆς ἐπίσχῃ τὸν ἄνδρα, καὶ ἄλλως ὁρμητίαν ὄντα καὶ θερμουργόν, πλὴν οὐ τὰ καθ' αὑτόντούτων γὰρ καὶ ἀπεριμερίμνως εἶχεν, ἀλλὰ τὰ καθ' ἑτέρους συνοίσοντα. Ζητοῦντι γοῦν τρόπον καθ' ὃν ἂν ὑποκλίνοι τὸν λέοντα, χρήσιμ' ἦσαν τὰ κατηγορημένα, ἄλλως οὐκ ἀληθῆ δοκοῦντα οὐδ' εὐπαράδεκτα. Ῥοπῆς γὰρ εἰς πορνείαν κἂν Πηλεὺς ὦφλεν ἂν ἢ ἐκεῖνος· ἱεροσυλίας δὲ ἔγκλημ' ἂν ἀπηνέγκατο καὶ ὁ ἐπ' ἀνθρώποις ἀδωρότατος Ἀριστείδης μᾶλλον ἢ ἐκείνῳ δικαίως προσήπτετο· τὸ δέ γε εἰς βασιλέα ὡς καταρῷτο αὐτόθεν τὴν συκοφαντίαν προΐσχετο ἀκουόμενον. Ἐκεῖνος γάρ, πάλαι πρεσβεύων εἰς βασιλέα ὑπέρ τινος τῶν χρῃζόντων ἐλέους, πολλάκις μὲν κατὰ πεῖραν προὔτεινε τά οἱ δοκοῦντα συνοίσειν, τοσαυτάκις δὲ προσβάλλων οὐκ ἤνυτε τὸ παράπαν. Τριῶν οὖν ὁ μὲν ἐδέετο συνεχέστερον, ὁ δὲ προσέκειτο καρτερώτερον, βασιλεὺς δὲ τρίτος ὑπερετίθετό τε καὶ ἀνεβάλλετο. Καὶ ὁ μὲν ἐδέετο προσανα φέρειν καὶ πάλιν, ὁ δέ, πείρᾳ γνοὺς οὐκ ἀνύσωνᾔδει γὰρ καὶ παροργίσων, εἰ αὖθις λέγοι, τὸ καθ' αὑτὸν οἷον πρὸς τὸν ἱκέτην ἀπολογούμενος ὡς οὐ καταρρᾳθυμήσας τῷ βασιλεῖ προτείνοι τὰ τούτου δίκαια, Θεὸν παρεισῆγε τῆς σπουδῆς μάρτυρα καί· «Θεὸς ὁρᾷ τὰ περὶ ὧν καὶ προβάλλῃ», ἔλεγεν. Ὁ δ' ἐκεῖσε παρών, συκοφαντήσας τὸν λόγον, συμπλάττει τὸ ψεῦδος, ὡς Θεὸν δῆθεν κατὰ βασιλέως ἐκκαλουμένου τοῦ ἱερέως εἰς τὴν τῶν ἀδικουμένων ἐκδίκησιν. Τούτοις, ὡσπερεί τισιν ἰσχυροῖς κατασείσταις, ὑποχαλᾶν τὸν πύργον τῆς ἐκείνου ψυχῆς ᾤοντο. Ἦν δ' ὁ τὰς ὁρμὰς σφίσιν ὑπανάπτων ὁ τῆς Ἐφέσου Ἰσαάκ, εἰς πατέρα μὲν τεταγμένος τῷ βασιλεῖ, οὐδεμίαν δ' ἔχων αἰτίαν ἀπεχθείας τῷ πατριάρχῃ παρ' ὅσον τὸ τὰ δοκοῦντα ξυμπράττειν αἱρεῖσθαι τῷ βασιλεῖ· ἢ γοῦν τοῦτο μόνον ἢ καὶ δεύτερον, τὸ τὰ κατ' ἀνατολὴν πατριαρχικὰ ὑφ' αὑτῷ θέλειν ποιεῖσθαι, μηδὲν ἀξιῶν πλέον ἔχειν τὸν πατριάρχην εἰς ἐνορίαν ἢ τὰ κατὰ μόνην Κωνσταντινούπολιν περιοριζόμενα, τὰ δ' ἔξω ταύτης ὑπὸ τοὺς ἐπισκόπους γίνεσθαι, ὧν δήπου καὶ αἱ ἐνορίαι εἰσί. Ταῦτ' ἔσπευδε καὶ κατώρθου οὐκ ἄλλῳ τῳ μηχανήματι ἢ τῷ διιστᾶν βασιλέως τὸν ἱερέα· ὃ δὴ καὶ ἐποίει τοὺς κατηγοροῦντας δεχόμενος καί γε κατὰ τὸ δυνατὸν ὑποθάλπων. 573
ιαʹ. Ὅπως βασιλικὴ νεαρὰ προβαίνει ἐπὶ τοῖς σταυροπηγίοις. Προβαίνει γὰρ νεαρὰ βασίλειος ἄλλ' ἄττα πλεῖστα διοριζομένη καὶ τάττουσα καὶ τὸ τὰ ὁπουδηποτοῦν πατριαρχικά, ὅσα ἐν χώραις τε καὶ μοναῖς, ὑπὸ τοὺς ἐπισκόπους ὧν αἱ ἐνορίαι τελεῖν· ἔγκλημα γὰρ ἐφαίνετο καὶ παρὰ κανόνας τό, ἐκ παλαιοῦ γινόμενον, ὑπερόριον κεκτῆσθαι τὸν Κωνσταντινουπό λεως δίκαιον, μηδὲ τοῦτ' εἰδότος τοῦ λέγοντος ὡς κολούει τῷ πατριάρχῃ τὸ οἰκουμενικὸν ὁ ἐντὸς αὐτὸν περιορίζων τῆς Κωνσταντίνου, μηδ' ἐνορίαν ὅσα καὶ τοῦ τυχόντος ἐπισκόπου προσνέμων. Ἀλλ' ὁ Ἰσαάκ, τότε τὸν καιρὸν τῆς ἀπεχθείας ἁρπάσας ὡς ἕρμαιον, περιεποίει τοῖς ἐπισκόποις αὐτοῦ, ταὐτὸν δὲ καὶ ἑαυτῷ λέγειν, τὰ τῆς Κωνσταντινουπόλεως δίκαια. Τὸν μέντοι γε πατριάρχην οὐκ ἀνίει παρ' ὅλους δύο μῆνας ὁ βασιλεύς, ποτὲ μὲν εἰς κρίσεις ἐγκαθιστῶν, ποτὲ δὲ καὶ ὑπὲρ ἐκείνου ἱστάμενος καὶ τῶν ἐγκλημάτων ἀπολύων, ὡς συκοφαντούντων τῶν κατηγόρων ἄντικρυς. Ἦν δὲ διττὰ στρέφων, τοῖς μὲν κατηγόροις κατὰ πρόσωπον ἐγκαλεῖν ἐφιεὶς καὶ δῆθεν ἐλέγχειν, ἐκεῖνον δ' αὖθις τὸ μέρος καταψῶν τε καὶ περιποιούμενος τῷ γ' ἐπικρίνειν ὡς πικρῶς συκοφαντοῖεν οἱ λέγοντες καί, εἰ ἤθελεν οὗτος λέγειν, οὐκ ἂν συκοφαντίας ἠνοίγοντο στόματα. Ἦν δ' ἐμφανὴς ἐντεῦθεν προσ ονειδίζων τῷ πατριάρχῃ τὸ πρὸς ἐκεῖνον φίλερι· ἔριν γὰρ τὸν ζῆλον καὶ τὸ ὑπὲρ τῶν ἀδικουμένων λέγειν ἐνοχλεῖν ἔκρινε.
ιβʹ. Τὰ συμβάντα τῷ πατριάρχῃ διὰ τὴν τῶν κολύβων ἀποστολήν. Οὐ χεῖρον δὲ καὶ τὸ ἐν ἀρχῇ τῶν κατηγορημάτων συμβὰν ὡς χάριεν ἱστορῆσαι καὶ δεῖξαι ὁπόσα πονηρία, προσλαβοῦσα καιρόν, ἀνύει. Σύνηθες μὲν οὖν ἦν περιφανῶς τελεῖσθαι τῇ ἐκκλησίᾳ τὴν τῆς Ὑπαπαντῆς ἑορτήν, ἅτε κατ' ἐκείνην τυχόντος παρ' Ἰωσὴφ τοῦ