186
κρατοῦντος τῆς συγχωρήσεως· ἦν δὲ καὶ ἑφθῷ σίτῳ συνάμα καρποῖς ὀπωρῶν ποικιλλομένας τὰς τῶν ἐκπωμάτων πλατείας εἰς εὐλογίαν προτίθεσθαι, ὧν ὡς ἀπαρχή τις ἡ 575 κρείττων τῷ βασιλεῖ προσήγετο ἐπιδόρπιος. Ἐπεὶ δ' εἰκὸς τὰς χαλκᾶς ἐκείνας πλατείας ὑποδοχάς, πλείστας οὔσας, ἔξωθεν ἐρανίζεσθαι, σὺν ταῖς ἄλλαις ἦν μία δοκοῦσα καὶ πρωτεύειν τῷ κάλλει καὶ ἀξία τῷ βασιλεῖ προσ άγεσθαι, ἣ δὴ καὶ γράμμασιν Αἰγυπτίοις ὡς ποικίλμασί τισιν ἐνεσκεύαστο· εἴθισται γάρ, ὡς ἐλέγετο, Αἰγυπτίοις ἀντ' ἄλλων τινῶν ποικιλμάτων ἔν τε πέπλοις καὶ φωταγωγοῖς καὶ σκεύεσι παντοίοις τοῖς γράμμασι χρῆσθαι. Ἔτυχον δὲ τὰ γράμματα τοῦ καταράτου Μαχούμετ, ταὐτὸν δ' εἰπεῖν καὶ Μωάμεθ, ὄνομα φέρειν εἰς ἔπαινον· τοῦτο κύκλῳ τῇ πλατείᾳ ἐγγεγραμμένον τοὺς κατηγοροῦντας οὐκ ἔλαθε. Καὶ δὴ ἔξω κειμένης ἔτι, πρὶν ἂν εἰσαχθείη τῷ βασιλεῖ, οὗτοι πέμψαντες ἀναγγέλλουσιν ὡς οὐκ εἰσιτά γε τὰ τῆς πλατείας εἰς βασιλέα, φερούσης ἐξάγιστον ὄνομα, καὶ ὡς ὁ πατριάρχης ἐπίτηδες ἐνσκευάσαιτο ἐκείνην πεμφθῆναι τῷ βασιλεῖ, ᾗπερ μὴ μόνον οὐκ εὐλογίας μετὸν διὰ τὸ τῆς γραφῆς μυσαρόν, ἀλλὰ καὶ μύσους τὰ μέγιστα προσετρίβετο. Ταῦτα πυθόμενος ὁ βασιλεύς, πείρᾳ θέλων γνωρίσαι τὰ ἀγγελθέντα, ἐξ αὐτῆς πέμπει τὸν τοῦ κοιτῶνος παρακοιμώμενον τὸν Βασιλικὸν Βασίλειον, ξυνετὸν ὄντα γραμμάτων Ἀγαρηνῶν· καὶ ὃς ἀνεγίνωσκέ τε καὶ τὸ ἀληθὲς προσεμαρτύρει τοῖς ἀπαγγείλασιν. Ἡ μὲν οὖν πλατεῖα οὐκ εἰσήγετο διὰ τὴν συνείδησιν, τὴν ἀποστολικὴν παραίνεσιν τοῦ βασιλέως τηρήσαντος· τὸ δὲ τῇ ἑξῆς ὡς ἔγκλημα καὶ τοῦτο προὐτίθετο μέγιστον.
ιγʹ. Ὅπως παρῃτήσατο τὸν θρόνον ὁ πατριαρχεύων Ἰωάννης. Ὡς τοίνυν τὰ κατὰ τὸν πατριάρχην ἐπὶ μησὶ δυοῖν ἐτρίβετο καὶ οὐδὲν ἠνύετο, μόνον δ' ὕθλος καὶ λοιδορία καὶ πᾶν ὅ τι κάκιστον ἦνκαὶ τί γάρ, ὅπου καὶ κλίμακα κατὰ φιάλης ἐνσκευασθεῖσαν τῷ πατριάρχῃ, κατά τινα ἄνεσιν, δένδρων ἐκεῖσε καταφυτευθέντων παντοίων, ὕλην εἶχον καὶ ταύτην τῆς κατ' ἐκείνου συκοφαντίας, παρ' ἣν αἰτίαν καὶ μόνην ἀκούσας κατασπᾶν ἐκέλευε καί γ' ἀφανίζειν τέλεον; , ὡς γοῦν οὐδὲν ἄλλο ἢ λοιδορία ἠνύετο, σκοπὸς δ' ἦν ἐκεῖνον, ἀπειρηκότα πρὸς τὰς ἐπιφορὰς τῶν ὕβρεων, παραιτεῖ σθαι τὸν θρόνον, μηνὸς κρονίου, μεσούσης νηστείας, λίβελλον γράφειν τῷ συγγραφεῖ παραιτήσεως ἐπιτάττει καί γ' ἐπιδοὺς βασιλεῖ, προσποιουμένῳ 577 μὴ δέχεσθαι, ἀπηλλάττετο καὶ φέρων τῇ τῆς Παναχράντου μονῇ ἑαυτὸν δίδωσιν. Ἦν οὖν ἡ ἐκκλησία ποιμένος κεχηρωμένη, μήτ' ἐκείνου παρόντος, καὶ ἄλλον ἀντεισάγεσθαι οὐκ ἦν ὅλως τῷ βασιλεῖ θελητόν· ἐν τῷ μεταξὺ γάρ, πέμπων καὶ αὐτὸν δὴ τὸν υἱὸν αὐτοῦ τὸν βασιλέα Ἀνδρόνικον, ἐπειρᾶτο μαλάττειν. ιδʹ. Τὰ κατὰ τοὺς πρέσβεις τοῦ πάπα καὶ τὸν πατριάρχην Ἰωάννην. Ἐν τοσούτῳ δὲ καὶ πρέσβεις ἐκ Ῥώμης παρὰ τοῦ πάπα ἐφίστανται ἔξω που πόλεως τῆς Ἀδριανοῦ ἐπανήκοντι βασιλεῖ. Καὶ ὅς, θέλων συσκιάζειν σφίσι τὰ κατὰ τὸν πατριάρχην, ἐκείνοις μὲν αἰτίας πλαττόμενος, ὡς ἀπειρηκώς, ἔλεγε, πρὸς τοὺς πόνους ὁ πατριάρχης καὶ ἀνεθῆναι θέλων ἐπ' οὐ πολὺ ἐκχωρεῖ πρὸς καιρὸν τοῦ πατριαρχείου, καί γε μέλλειν ἐντυχεῖν σφᾶς ἐκείνῳ παρά τισι τῶν κατὰ τὴν πόλιν μονῶν, ἐκεῖνον δὲ πέμψας ἠξίου ἀποθέσθαι μὲν τὰ τῆς μικροψυχίας, ὡς ὄντα καιροῦ μᾶλλον ἢ βουλήσεως, ἀπελθεῖν δὲ πρὸς τὴν τῶν Μαγγάνων μονὴν κἀκεῖ τοῖς πρέσβεσιν ἐντυχεῖν παραγεγονόσι, μηδὲν τῶν προτέρων σημήναντα. Οὕτως ἔλεγε καὶ ἅμ' ἐκείνοις τὴν πόλιν εἰσήρχετο. Πρὶν δ' ἐντυχεῖν ἐκείνους συνόδῳ καὶ πατριάρχῃ, ὁ βασιλεύς, γνοὺς τὸ τῆς πρεσβείας κεφάλαιοντὸ δ' ἦν μὴ λόγοις εἶναι τὴν τῶν ἐκκλησιῶν εἰρήνην καὶ μόνοις, ἀλλ' ἔργῳ δεικνύντων τῷ καὶ σφᾶς κατ' ἐκείνους τὴν πίστιν ὁμολογεῖν καὶ οὕτω πληροφορεῖν τὴν ἕνωσιν· παρωτρύ νοντο γὰρ κἀν τούτῳ παρὰ τῶν ἡμετέρων, ὡς ἔλεγον, σχιζομένων, οἳ δὴ καί, πολλοῖς τῶν ἐν ἐκείνοις φρερίων μιγνύντες, χλεύην ἔλεγον τὴν εἰρήνην εἶναι καὶ δεῖν δοκιμάζειν εἰ καὶ αὐτοὶ τὸ σύμβολον οὕτω λέγοιεν, οἰομένων ἐντεῦθεν εἰς μερίμνας ἄγειν τὸν βασιλέα, ὡς δυοῖν ἐξ ἀνάγκης