187
γνῶσιν, βρωματιζόμενος, ἣν δίδωσι δαψιλῶς ἐπιχορηγουμένην τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Θεός, κατὰ τὸ γεγραμμένον· «ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος».
(14Γ_386> Χρὴ τοιγαροῦν τὴν κατ᾽ αἴσθησιν πρὸς σῶμα τῆς Γραφῆς ἐκδοχήν, ὡς παθῶν προδήλως καὶ τῆς πρὸς τὰ χρονικὰ καὶ ῥέοντα σχετικῆς διαθέσεως οὖσαν γεννητικήν, ἤγουν τῆς πρὸς τὰ αἰσθητὰ τῶν αἰσθήσεων ἐμπαθοῦς ἐνεργείας, ὡς Σαοὺλ τέκνα καὶ ἔκγονα, διὰ τῆς φυσικῆς, ὡς ἐν ὄρει, τῇ τῶν θείων ἀναγωγῇ λογίων, ἀφανίσαι θεωρίας, εἴπερ ἐμφορηθῆναι θείας ἐφιέμεθα χάριτος. Εἰ γὰρ ἐπὶ Σαοὺλ ἡ ἀδικία, κατὰ τὸν θεῖον χρησμόν, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, ὑπὲρ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας, δῆλον ὡς ἀδικεῖ τὴν ἀλήθειαν ὅ τε νόμος κατὰ μόνον τὸ γράμμα νοούμενος καὶ ὁ τῶν Ἰουδαίων λαὸς καὶ εἴ τις ἐκείνων ὑπάρχει κατὰ διάνοιαν μιμητήςτοῦτον γὰρ οἶδεν ὁ λόγος οἶκον εἶναι Σαούλ, μόνῳ τῷ γράμματι περιγράφων τοῦ νόμου τὴν δύναμιν καὶ μὴ δεχόμενος πρὸς τὴν φανέρωσιν τῆς μυστικῶς ἐγκεκρυμμένης τῷ γράμματι γνώσεως τὴν φυσικὴν θεωρίαν, μέσην ὑπάρχουσαν τύπων καὶ ἀληθείας, τῶν μὲν τοὺς ἀγομένους ἀπάγουσαν, πρὸς δὲ τὴν ἐπανάγουσαν, ἀλλ᾽ οἷον ταύτην πάμπαν ἀρνούμενος καὶ τῆς τῶν θείων αὐτὴν ἔξω ποιούμενος μυσταγωγίας.
Ταύτην τοιγαροῦν χρὴ τὴν σωματικὴν τοῦ νόμου καὶ πρόσκαιρον ἐκδοχήν, ὡς ὑπὸ χρόνον καὶ ῥέουσαν, ἀποκτέννειν διὰ τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς γνώσεως, τοὺς τῶν θείων ἐπιμελητὰς θεαμάτων. «Καὶ ἐκάλεσε» γάρ, φησίν, «∆αβὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν αὐτοῖς· τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσατε τὴν κληρονομίαν Κυρίου; Καὶ εἶπαν πρὸς τὸν βασιλέα· ὁ ἀνήρ, ὃς συνετέλεσεν ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς καὶ ἐλογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσομεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ· δότε ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσομεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ βουνῷ Σαούλ. Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο (14Γ_388> υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς Μερόβ, θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν· καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου. Καὶ ἔπεσον ἐκεῖ οἱ ἑπτὰ ἐπὶ τὸ αὐτό, καὶ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν ἀρχῇ θερισμοῦ κριθῶν».
Ποῦ κατὰ τὴν ἱστορίαν εὑρίσκομεν ὡς ἠφάνισαν τὸν Σαοὺλ οἱ Γαβαωνῖται τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, τοῦ υἱοῦ Ἰωνάθαν, υἱοῦ Σαούλ, Μαριβαὰλ παρὰ τῷ βασιλεῖ ∆αβὶδ διασωθέντος καὶ ἄλλων πολλῶν τῆς συγγενείας Σαούλ, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων; Πῶς δέ, τοὺς ἐκ τοῦ σπέρματος αὐτοῦ λαβόντες ἑπτὰ ἄνδρας, αὐτόν, εἶπον, ἀφανίσομεν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ, πρὸ τούτου πολλοὺς ἀποθανόντα χρόνους; Ἀλλ᾽ ὡς ἔοικε, παρεμίγη τῷ ῥητῷ τῆς ἱστορίας τὸ παράλογον, ἵνα τὸ τῆς διανοίας ἀληθὲς τῶν γεγραμμένων ζητήσωμεν. Οὐκοῦν τὸν σωματικὸν νοῦν τῆς Γραφῆς, τουτέστι τὸν Σαούλ, ἀφανίζει παντελῶς ἐκ παντὸς ὁρίου Ἰσραὴλ ὁ πράξει διὰ τῆς φυσικῆς θεωρίας, ὡς διά τινων Γαβαωνιτῶν, ἀποκτέννων τὴν γεννωμένην ἐκ τοῦ γραπτοῦ νόμου πρὸς τὴν ἄστατον ὕλην καὶ ῥέουσαν τῇ ψυχῇ φιλήδονον σχέσιν καὶ φιλοσώματον, κατασφάττων, ὡς τέκνα τοῦ Σαοὺλ καὶ ἔκγονα, τὴν χαμαίζηλον τοῦ νόμου διάνοιαν διὰ μέσης τῆς φυσικῆς θεωρίας, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς γνώσεως, καὶ φανερὰν ποιούμενος ἐνώπιον Κυρίου, δι᾽ ἐξομολογήσεως δηλαδή, τὴν πρὸς σῶμα τοῦ νόμου προτέραν ἐκδοχήν.
Τοῦτο γὰρ «ἐξηλιάσαι» νοεῖσθαι δύναται τοῖς φιλομαθέσιν ἔναντι Κυρίου· καὶ ἐξηλίασαν αὐτούς, φησίν, ἐν τῷ ὄρει ἔναντι Κυρίου, εἰς φῶς ἀγαγόντες, διὰ τῆς γνώσεως δηλαδή(27), τὴν κατὰ τὸ γράμμα πεπλανημένην τοῦ νόμου πρόληψιν. Πᾶς (14Γ_390> γὰρ ἀποκτείνας τὴν σωματικὴν τοῦ νόμου διάνοιαν τὸ γράμμα τοῦ