1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

188

πιγκέρνης Ῥαούλ, ἰδὼν τὸν Ἐφέσου καὶ οἷον ὑπερπαθήσας, εἰ αὐτὸς μὲν ἐν ἀνέσει ζῇ, ἐκεῖνοι δὲ προσ ταλαιπωροῦνται τῇ φυλακῇ, ὑπὲρ ὧν ἐκεῖνον μᾶλλον ἢ αὐτοὺς ἔδει μάχεσθαι, συνάγει τε λεληθότως τὴν ἅλυσιν ἣν ἐφόρει, προάγων ὅσον ἦν ἐγγυτέρω, καί, φάκελλον ποιήσας τὸ πτύγμα, κατ' ἐκείνου ῥιπτεῖ ὡς πλήξων, κἂν ἀπετύγχανεν, εἰς ἑαυτὸν τοῦ τραχήλου τὴν ἅλυσιν ἕλκοντος.

ιζʹ. Ὅπως ἀνήχθη ὁ Ἰωάννης εἰς τὸ πατριαρχεῖον τὸ δεύτερον. Ἀλλ' ὁ βασιλεύς, τὰ ἐς πίστιν ἐντεῦθεν τοῦ ἀληθῆ πράττειν τοῖς πρέσβεσιν ἀφοσιωσάμενος, προὔργου παντὸς τίθεται τὸ καὶ αὖθις τὸν πατριάρχην ἀνα 583 γαγεῖν. Οὔτε γὰρ ἐν παραδοχῇ ἦν τὰ τῆς παραιτήσεως τοῖς ἀρχιερεῦσιν, κἂν ὁ βασιλεὺς ἐδέχετο ταύτην· ἀλλ' οὖν οὐ προΐσχετο ὅλως αὕτη τὸ ἐπὶ τῶν ἱερῶν πραγμάτων ἀνάξιον, μόνον δὲ θόρυβον παρά των καὶ ταραχὴν ἄλογον, καὶ ὅτι, πληχθέντων ἐπὶ τούτοις τὰς συνειδήσεις τινῶν, οὐκ ἔκρινε δεῖν προσμένειν, μήπως, φησί, τισὶ παρὰ συνείδησιν ᾖ τὸ προσέρχεσθαι. Τοῦτο δὲ τί ἂν παραιτήσεως ἔχοι, εἰ μὴ καὶ μᾶλλον ἐλέγχου τοῖς τὴν κακίαν οἵοις τ' οὖσι κωλύειν καὶ μὴ κωλύουσιν; Ὅθεν καὶ κοινῇ σκέψει ἀξιοῦσιν ἀρχῆθεν τὸν ἄνδρα τὴν προστασίαν δέχεσθαι. Ὁ δ' οὐχ ὑπήκουε, ζητῶν τὴν ἐπὶ τοῖς συκοφάνταις ἐκδίκησιν. Τὸ δ' ἦν καὶ ἓν τῶν ἀδυνάτων τῷ βασιλεῖ, προϊσχο μένῳ συνήθειαν ἄλογον τῶν κρατούντων, καθ' ἣν τὴν μὲν συκοφαντίαν ἰᾶσθαι καὶ τὸν συκοφαντούμενον ῥύεσθαι τοῦ κινδύνου, συκοφάντην δὲ μηδ' ὁπωσοῦν τιμωρεῖσθαι, κἂν συκοφαντοίη τὰ ἔσχατα, τέτακται· μηδὲ γὰρ εἶναι τὸ ἀληθὲς τῷ βασιλεῖ μανθάνειν, ὅπου τῷ μὴ ἀποδείξοντι κίνδυνον ἐφῆφθαι ξυμβαίνοι. Ταῦτ' ἄρα καὶ μὴ ἀνύων, καὶ μᾶλλον ἀφιέναι τὸ πταῖσμα παρακαλούμενος, μίμησιν φέροντα τοῦ Χριστοῦ, τὴν πρόκλησιν δέχεται καὶ ἕκτῃ ποσειδεῶνος, ὑπὸ λαμπρᾷ τῇ δορυφορίᾳ συγκλητικῶν τε ἅμα καὶ ἐκκλησιαστικῶν, τῆς αὐτῆς ἰνδικτιῶνος ἀνάγεται. Τότε συμπλασάμενοι γράμματα τῆς πρὸς τὸν πάπαν ἀπολογίαςΟὐρβα νὸς δὲ τότ' ἦν, πολλαῖς μὲν ὑπογραφαῖς μήτ' ὄντων ἐπισκόπων μήτ' ἐπισκοπῶν οὐσῶν, μιᾷ καὶ τῇ αὐτῇ χειρὶ τοῦ γραφέως, ὡς δῆθεν πολλῶν ἱερῶν ἀνδρῶν καὶ μεγάλων, κατησφαλίζοντο· εἰ μὲν καὶ πατριάρχῃ δοκοῦν, οὐκ οἶδα, τέως δέ γε καὶ λίαν τῷ βασιλεῖ, φέρειν πίστεις προνοουμένῳ ἐπὶ τῇ τῶν ἐκκλησιῶν συμβάσει, παραδοκούντων πολλῶν καὶ κατ' ἐκείνους ἐπισκόπων· καὶ γὰρ σφίσιν οὕτω τὰ τῶν ἐπισκόπων πεπύκνωτο ὡς καὶ εἰς ἑκατοστύας ἀριθμεῖσθαι πλείστας τὴν παρ' ἐκείνοις σύνοδον. Ταῦτ' ἄρα καὶ 585 τὰ ἡμέτερα ἐξισάζειν θέλων ἐκείνοις, ταῦτ' ἔπραττε. Πολλαῖς δ' ἑτέραις γραφαῖς τῶν ἡμετέρων πατέρων, ταῖς ἐκ τοῦ Υἱοῦ δηλαδὴ προχεῖσθαι, χορηγεῖσθαι, δίδοσθαι, ἐκλάμπειν, ἐκφαίνεσθαι καὶ ταῖς ὁμοίαις, τὴν τοῦ ἐκπορεύεσθαι λέξιν ἐπείλυον, δηλοῦντες καὶ τοῦτο, ὡς καὶ τοὺς μὴ πειθομέ νους εἰρηνεύειν ταῖς ἀξίαις δίκαις καθυποβάλλομεν. Τὸ δ' ἄρ' ἦν ὄνειρος. Καὶ ἐπὶ ψεύδεσιν ἐγκληθέντες ἀπολογούμενοι, οὐ διαλύειν, ἀλλὰ συνιστᾶν τὸ ἔγκλημα τοῖς εἰδόσι διεγινώσκοντο· ἔμελλε δὲ καὶ τοῦτο τοῖς ταλαιπώροις τῆς ἐκκλησίας ἐσύστερον πρόσκομμ' εἶναι, ἐγκαλουμένοις ὡς ἐξεκηρύχθησαν οἱ ὀρθόδοξοι· καὶ αἱ πρὸς τὸν πάπαν γραφαί, φασί, μάρτυροι σοφώτατοι. Τὸ δ' ὡς ἐμὲ γοῦν εἰδέναι ἄλλως εἶχεν, εἰ καὶ πρὸς τὸν πάπαν κατά τινα θωπείαν οὕτως ἐγράφετο· ὅτι δὲ κἀκείνοις μάταια ἦσαν τὰ τῆς θωπείας, Μελέτιός τε καὶ Ἰγνάτιος ἔδειξαν.

ιηʹ. Ὅπως Μελέτιος καὶ Ἰγνάτιος εἰς τὸν πάπαν ἀπεστάλησαν. Σχιζόμενοι μὲν τῆς ἐκκλησίας περιφανῶς, δίκην δὲ πρὸς βασιλέως ὑποσχόντες ἀπαχθῆναι πρὸς πάπαν, ὡς τὰ καὶ τὰ πεισόμενοι, καὶ παρεδίδοντο πρέσβεσι καὶ ἀπήγοντο. Τῷ δὲ τοσοῦτον κολάζειν ἐμέλησεν ὥστε καὶ ἐποικτίζεσθαι, εἰ ἐκκλησιῶν μεγάλων εἰρήνῃ ἐμποδὼν ἵστανται. Καὶ μεθ' ἱλαρότητος πάσης τῷ βασιλεῖ ἀντεπέμποντο, ἀξιοῦντος τοῦ πάπα καὶ βασιλέα ἀνθρώποις δοκοῦσι τοῦ ἀσφαλοῦς ἀντέχεσθαι κατ' εὐλάβειαν ἱλαρῶς καὶ αὐτὸν προσφέρεσθαι. Ἦν οὖν ὁμοίως καὶ τὰ τῶν γραμμάτων ἐκείνων θωπευτικά, ἄλλως προ βάσης, ὡς πολλοὺς εἰδέναι, τῆς ἐκκηρύξεως. Ἐπειδὴ γάρ