189
τινες τῶν περιττῶν καὶ εὐκόλων, οἷς οὐδ' ἦν τὸ παράπαν εἰδέναι τὰ τῆς ἐκκλησίας τῶν Ἰταλῶν, οὔτε μὴν καὶ ἀκούουσι ξυνιέναι, ὡς πάλαι ποτ' ἦσαν ἐν πρώτοις ἡνωμένοι τῶν ἄλλων πλέον καί τι ξυμπεσὸν παρέλυσε τὸν δεσμόν, ὅμως δὲ πάλιν ἀπαράθραυστα μένουσιν ἡμῖν τε κἀκείνοις τὰ τοῦ χριστιανισμοῦ μυστήρια, ὡς μηδὲν παρεγχειρεῖν τολμᾶν τινας ἐπὶ τελεσμῷ βαπτίσματος καὶ ἱερωσύνῃ 587 καὶ γάμῳ καὶ τῇ μοναχικῇ καταστάσει καὶ τοῖς λοιποῖς οἷς ἄρα καὶ ἡ καθολικὴ καὶ μία ἐκκλησία τοὺς αὐτῆς ἐπιτελεῖ τροφίμους, ἀλλ' ὥσπερ ἂν ἐκ δρυὸς ἢ ἀπὸ πέτρης ἀρχῆθεν ἦσαν, μηδὲν τῶν τοῖς χριστιανοῖς ἀνη κόντων εἰδότες καὶ διὰ ταῦτα ἐκείνους ἐκτόπως ἀποστρεφόμενοι, καὶ τὰ παρὰ τοῖς ἡμετέροις ἐβδελύσσοντο ἅγια καὶ κρημνοῖς καὶ ποταμοῖς καὶ ὄρεσιν ἐδίδουν, ὡς μηδὲν ὄντα, τὰ τίμια κἀντεῦθεν ἐκόλουον τὰ τῆς πίστεως, ἀναλαμβάνει ζῆλον ὁ βασιλεὺς καὶ πάντας ἐπισκόπους προσκαλεῖται καὶ μοναχούς, ἔστι δ' οὗ καί τινας τῶν σχιζομένων, πλὴν ἐπ' ἀσφαλείᾳ, περι φανεῖς, ὧν εἷς ἦν καὶ ὁ ἐν Φρυγανοῖς Ἀκάκιος καὶ ὁ μαθητὴς αὐτοῦ Γερμανὸς καὶ οἱ λοιποὶ πλεῖστοι, καὶ μέσον αὐτῶν ἵσταται καὶ καθικετεύει, ἐκ τῶν Ἰχνηλάτου παραβολικῶν, τοῦ μὴ προλαβεῖν τοὺς ἐπιτιθεμένους ἀργούντων, ὡς καὶ πολλοὺς μνημονεύειν, κατὰ τὸ πρόσφορον προοιμιασάμενος, μὴ παριδεῖν κινδυνεύουσαν τὴν θρησκείαν, μηδέ, σχήματι εὐσεβείας προδιδόμενα, τὰ τίμια παρ' οὐδὲν τίθεσθαι, ἀλλ' ἀμύνειν παντὶ τρόπῳ τοῖς τῆς ἐκκλησίας θεσμοῖς· εἶναι γὰρ μεγάλην ἀνίαν, ἢν διά τι παρεισφρῆσαν κατ' οἰκονομίαν τῶν μὴ συνήθων, ἀνάγκης παραπεσούσης, αὐτοί, τῆς ἐκκλησίας ἀποστα τοῦντες, οὐχ ὅπως τὸ μὴ δοκοῦν φυλάττοιντο σφίσι καθ' ἑαυτούς, ἀλλὰ καὶ νόμους ἐκκλησίας παραλύειν τολμῷεν, ὧν τοῖς τολμήμασιν ἓν μόνον κακὸν λείπει, τὸ μὴ χριστιανίζειν ὁμολογεῖν, ὥστε, παρόντος τούτου, ἰσχὺν τοὺς ἀναχαιτίσοντας ἔχειν τῷ ἀπὸ τῆς ἐκκλησίας δεσμῷ, ἐφ' ᾧ ἢ καὶ αὐτοί, δέει ληφθέντες, ἀπόσχοιντο τοῦ κατὰ τῶν ἰδίων σπλάγχνων τὸ ξίφος ὠθεῖν, ἢ μὴν ἀποναρκᾶν εἴη οὓς μέλλουσιν πείθειν πράττειν ἀνόσια. Ταῦτ' ἦσαν τότε τὰ τῷ βασιλεῖ προβαλλόμενα, μὴ ἀνθρώπους ἐκκηρύττειν ἀσφαλιζομένους, οὐμενοῦν, ἀλλὰ κακίαν ἀναστέλλειν παρὰ τὸ εἰκὸς προ βαίνουσαν, ἐπεὶ καὶ πολλοί γε τῶν τὴν εἰρήνην ἐκείνην δυσχεραινόντων παρῆσαν ἐκεῖ καὶ συγκατεψηφίζοντο τὴν κατάραν τοῖς τὰ τίμια καθυβρί ζουσι. Μαρτύριον τῶν λεγομένων τὸ πολλῶν καὶ μεγάλων ὄντων καὶ συμπλη ρούντων τὸν ἐκεῖ σύλλογον μηδένα διστάσαι, μὴ ἀντειπεῖν, μὴ ἀποσκιρτῆσαι, μήτε μὴν ἐνδείξασθαί τινα ῥοπὴν ὑπολογισμοῦ· ἐχρῆν δὲ πάντως, εἰ οὕτως 589 ἀνέδην χριστιανοὶ ἐκκηρύττοιντο. Ἀλλ' ἦν ταῖς ἀληθείαις πρόβλημα εὐλα βείας τὸ πραχθὲν ἐκεῖνο τοῦ μὴ πάντα τολμᾶσθαι ἐκ τοῦ πρώτως παρα στάντος τισίν, ἀλλὰ καὶ τὴν κατάραν εἰς ὑπολογισμὸν εἶναι πάντως τοῖς εὐλαβῶς μετιοῦσι τὰ τίμια. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.
ιθʹ. Πάλιν τὰ κατὰ τὸν Λαχανᾶν καὶ ὅπως παρὰ τοῦ Νογᾶ πεφόνευται. Τοῦ δ' αὐτοῦ ἔτους, ἐπεὶ οὐκ ἦν τὸν Λαχανᾶν ἠρεμεῖν, ἀφαιρεθέντα καὶ Τερνόβου καὶ συνοικούσης, λαὸν συναθροίσας τὸν ἱκανόν, τοῖς Τερνοβίταις περιεκάθητο. Καὶ ἔτι μὲν τοῦ Ἀσὰν ἐντὸς ὄντος, ἔχων μεθ' ἑαυτοῦ Τζασίμπα ξιν πρωτοστράτορα, ὃν καὶ βασιλεὺς ἐτίμα τῷ αὐτῷ ὀφφικίῳ, Ἀσὰν εὐνο οῦντα τὸ πρότερον, τὰς τῶν Ῥωμαίων δυνάμεις ἔδρα τὰ χείριστα. Καὶ γὰρ πρῶτον μὲν περὶ δέκα χιλιάδας οὔσας καὶ συμμαχούσας ἔξωθεν τοῖς ἐντός, ἃς ὁ πρωτοβεστιαρίτης Μουρῖνος ἦγε, ἐπὶ τῷ ∆ιαβαινᾷ στρατοπεδευσάμενος, Λαχανᾶς πολλοῖς μετ' ὀλίγων προσβάλλει καὶ ἑπτακαιδεκάτῃ μηνὸς ἀνθε στηριῶνος, συρράξας πόλεμον σφίσι, κατὰ κράτος νικᾷ καὶ πολὺν φόνον ἐργάζεται, οὓς μὲν κατὰ πόλεμον, οὓς δὲ καὶ αὐτὸς κατασχὼν ἀπηνῶς ὕστερον κατασφάξας. Καὶ αὖθις μετ' ὀλίγον ποσειδεῶνος πεντεκαιδεκάτῃ τοῖς ἀμφὶ τὸν Ἀπρηνὸν πρωτοβεστιαρίτην ἐπεισπεσὼν κατὰ τὸν Ἔξω Ζυγόν, ὡσεὶ πέντε χιλιάδας μαχίμων ἄγοντα, τοὺς μὲν εἰς τέλος κατηγωνί σατο, τὸν δ' ἔργον δεικνύει μαχαίρας. Καὶ πολλὰ τότε λυσσομαχῶν κατειρ γάζετο. Ὕστερον δέ,