190
διαλύων ἐγκλήματα καὶ τῇ δωρεᾷ τῆς χάριτος ἐν Πνεύματι τὴν ἁμαρτήσασαν φύσιν θεοποιῶν, σκηνοπηγία δέ, ὡς τῆς ἡμῶν κατὰ τὴν θεομίμητον ἕξιν περὶ τὸ καλὸν ἀτρεψίας πῆξις καὶ τῆς πρὸς ἀθανασίαν μεταποιήσεως συνεκτικὸς ὑπάρχων δεσμός.
Σφαγαῖς δὲ ζῴων ἀλόγων(46) καὶ ῥαντισμοῖς αἱμάτων ἡδόμενον τὸν Θεὸν καὶ οἷον τῆς θεραπείας μισθὸν τὴν τῶν ἁμαρτημάτων παρεχόμενον τοῖς προσφέρουσιν ἄφεσιν, τῇ Γραφῇ φυσικῶς ἐπιβάλλοντες, οὐ πιστεύομεν, ἵνα μὴ Θεὸν ἐμπαθῆ λάθωμεν σέβοντες, ὡς ἐμπαθῶς ἐκείνων διὰ πολλῆς ἐφιέμενον τῆς σπουδῆς, περὶ ἅ, κἂν ἀνθρώπους περιπαθῶς ἔχοντας θεωρήσωμεν, ὡς ἀκολάστους καὶ ἀκρατεῖς διαβάλλομεν. Θυσίας γὰρ πνευματικὰς εἶναι γινώσκομεν(47) οὐ μόνον τὴν τῶν παθῶν νέκρωσιν σφαττομένων τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ, καὶ πάσης τῆς ἐν σαρκὶ ζωῆς, ὡς αἵματος, τὴν κατὰ πρόθεσιν ἔκχυσιν, ἀλλὰ καὶ τῶν κατὰ φιλοσοφίαν ἠθῶν καὶ πασῶν τῶν κατὰ φύσιν δυνάμεων προσαγωγήν, ἀφιερουμένων Θεῷ καὶ τῷ πυρὶ τῆς ἐν Πνεύματι χάριτος πρὸς τὴν θείαν λῆξιν ὁλοκαυτουμένων.
Οὕτως ἕκαστον τῶν ἐμφερομένων τῇ Γραφῇ συμβόλων φυσικῶς ἐποπτεύοντες, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς μυστικῆς θεωρίας, (14Γ_400> καθάπερ ἄνδρας ἑπτὰ τῶν υἱῶν Σαούλ, τὴν χρονικὴν ἀποκτέννομεν καὶ πρόσκαιρον τοῦ νόμου παράδοσιν, καὶ ἀφανίζομεν τὸν Σαούλ, τουτέστι τὸν ἐν μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς χοϊκὸν νοῦν, «τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ», τουτέστι τρόπῳ θεωρίας πνευματικῆς. Οὗτος γὰρ ζῶν ἐπ᾽ ἀληθείας συντελεῖ καὶ διώκει(48) καὶ ἀπόλλυσι, σαρκὶ μόνῃ τὸν νόμον περιγράφων, τοὺς κατὰ φύσιν λόγους καὶ λογισμούς, τιμῶν ὡς θεῖα τὰ πάθη τῆς ἀτιμίας ἅπερ οἱ κατὰ φύσιν λογισμοί, λαμβάνοντες ἄδειαν ὑπὸ τοῦ νόμου τοῦ Πνεύματος, ἀποκτέννουσιν ἐπὶ τὸ αὐτὸ καὶ θανατοῦσιν ἐν ἀρχῇ θερισμοῦ κριθῶν. Ἀρχὴ δὲ θερισμοῦ κριθῶν ἐστιν ἡ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν μετά τινος συμμέτρου λόγου τῶν ἀρετῶν συλλογή, καθ᾽ ἣν τὸ γεῶδες τῶν Γραφῶν ἀποκτέννεσθαι πέφυκε καὶ πᾶν χοϊκὸν παντελῶς ἀφανίζεσθαι κίνημα. Ἅμα γάρ τις τὴν τῶν ἀρετῶν λογικῶς μετέλθοι φιλοσοφίαν(49), ἅμα καὶ τὴν τῶν Γραφῶν πρὸς τὸ Πνεῦμα φυσικῶς μετήνεγκεν ἐκδοχήν, ἐν καινότητι πνεύματος πρακτικῶς διὰ τῶν ὑψηλῶν θεωρημάτων τῷ Θεῷ λατρεύων, καὶ οὐ παλαιότητι γράμματος διὰ τῆς κατ᾽ αἴσθησιν πρὸς σῶμα ταπεινοτέρας τοῦ νόμου παραδοχῆς τροφεὺς παθῶν κατὰ τοὺς Ἰουδαίους γινόμενος καὶ ἁμαρτίας θεραπευτής.
Πράξει γὰρ χρὴ διὰ τῶν κατὰ φύσιν λογισμῶν τὴν ἐμπαθῆ καὶ σωματικὴν τοῦ νόμου διάνοιαν διαχειρίζεσθαι, καθὼς ὁ τῆς Γραφῆς ὑφηγεῖται λόγος, φάσκων· Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφᾶς, θυγατρὸς Ἔα, παλλακῆς Σαούλ, τὸν Ἑρμονθὶ καὶ τὸν Μεμφιβοσθέ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μερόβ, τῆς θυγατρὸς Σαούλ, οὓς ἔτεκε τῷ Ἐσδριήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν. Χείρ ἐστι τῶν Γαβαωνιτῶν(50) ἡ κατ᾽ ἀρετὴν πρᾶξις τῶν φυσικῶν λογισμῶν, δι᾽ ἧς οἱ υἱοὶ Ῥεσφᾶς, Ἑρμονθὶ καὶ Μεμφιβοσθέ, τουτέστιν ἡ ἐκ τῆς ἐν (14Γ_402> μόνῃ τῇ προφορᾷ τοῦ λόγου σωματικῆς τοῦ νόμου διδαχῆς γεννωμένη τῶν παθῶν ἐνέργεια καὶ ἡ τῶν λογισμῶν ἀκόλαστος κίνησις, ἀποκτέννονται, πρὸς δὲ καὶ οἱ πέντε υἱοὶ τῆς Μερόβ, τουτέστιν οἱ ἐκ τῆς τρυφῆς γεννώμενοι κατὰ τὴν παρὰ φύσιν τῆς ἐνεργείας χρῆσιν ἀκόλαστοι πέντε τρόποι τῶν πέντε αἰσθήσεων· οὓς ἀποκτέννειν ἐπὶ τὸ αὐτὸ πέφυκεν, ὡς ἐν ὄρει, τῷ ὕψει τῆς πνευματικῆς θεωρίας, ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ὅπερ ἐστὶν ἐν προοιμίοις τῆς κατ᾽ ἀρετὴν πράξεως ἢ τῆς κατὰ φύσιν εὐσεβοῦς θεωρίας, πᾶς νοῦς κατὰ Θεὸν ὑψηλὸς καὶ μετέωρος, κατὰ τὸ αὐτὸ τήν τε τῶν παθῶν κατασφάττων ἐνέργειαν καὶ τὴν τῶν λογισμῶν ἀσχήμονα κίνησιν, πρὸς δὲ καὶ τοὺς κατὰ παράχρησιν τῆς τῶν αἰσθήσεων ἐνεργείας ἀκολάστους τρόπους.