1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

191

αὐτὸν λογίζεσθαι βασιλέα καθ' ὃν εὖ πράξειν ἐχρησμολογεῖτο τὴν πόλιν. Καὶ διὰ ταῦτα 595 πολὺς ἦν βασιλεὺς Ἀνδρόνικος ἐπισπεύδων τὴν τῆς πόλεως ἐξανάστασιν· εἱμαρμένους γὰρ καὶ χρόνους ἐδίδου τῷ ἀναστήσοντι ὁ χρησμός. Καὶ ἀνῳκο δόμουν μηδὲν μέλλοντες. Χλεύη δ' ἄρ' ἦσαν καὶ ὄνειρος τὰ γραφόμενα· εἵμαρτο γὰρ κἀντεῦθεν καὶ μυριοστύας ὅλας ὀλέσθαι τῶν ἐκεῖ κατοικη σόντων, ὡς ὁ λόγος ἤδη δηλώσει. Ὡς γὰρ ἀνίσταντο μὲν τὰ τείχη καὶ πόλις τῶν μεγίστων τὸ ἐρείπιον ἦν παρὰ γαληνὰ ῥέοντα Μαίανδρον, ἔδει δὲ καὶ τοὺς κατοικήσοντας πανταχόθεν συλλέγεσθαι, ὡς ἂν μὴ μόνον τείχεσιν, ἀλλὰ καὶ ἀνδράσιν, ἐν περιφανέσι τῶν πόλεων ἀριθμῷτο. Οἱ μὲν καὶ κατὰ μόνην ἐλπίδα τοῦ εὖ πράξειν ἑκουσίως προσεχώρουν, οἱ δὲ καὶ ἀκουσίως ἤγοντο, ὡς ὑπὲρ τριάκοντα μὲν καὶ ἓξ χιλιάδας τὸν τῶν ἐποίκων ἀριθμεῖσθαι λαόν, μεγάλα δ' ἐλπίζειν σφᾶς σχήσειν τῷ οἰκισμῷ. Ἠγνόουν δὲ ἄρα μὴ ἔχοντες τὸ ἀναγκαιότατον. Οὔτε γὰρ ὑδάτων εἶχον ὑποδοχάς, ὡς κατὰ καιρὸν ὑδρευσόμενοι καταφερομένων ὄμβρων, εἴτε καὶ τοῦ ποταμοῦ ἀνιμωμένου· τό τε κατορύξαντας ὑπόγαιον ὕδωρ εὑρεῖν τῶν ἀδυνάτων ἐφαίνετο. Αἴτιον δ' οἶμαι τὸ μὴ στεγανὸν τοῦ πεδίου διὰ τὴν γειτονοῦσαν ἰκμάδα τοῦ ποταμοῦ, ἥν, οἵαν τε μὴ οὖσαν ἐμμένειν, ὁ προσβάλ λων ἥλιος, θερμὸς ὤν, ἀνιμᾶσθαι πεφύκοι, πρὸς τὸ ἐπιπολάζον ἀνασυρομένην τῆς γῆς, καὶ τὸ μὲν ξηρὰν ἤδη καθάπαξ γίνεσθαι τῷ συχνῶς ἀνιμᾶσθαι τῷ ἡλίῳ τὴν ἰκμάδα, διὰ τὸ τῆς ὑγρότητος ἔκλυτον, τῆς συχνῆς ἐκ τοῦ ποταμοῦ καὶ αὖθις εἰς τὰ κενὰ προσρύσεως μὴ ἐώσης, τὸ δ' εἰς βάθος προσβαίνειν τὰς λιβάδας, ὡς καὶ εἰς διώρυχας εὐτρεπεῖς εἶναι καὶ ἀνοίξεις φρεάτων, τοῦ ἐπιπολαίου τῆς γῆς κωλύοντος, οἶμαι, ἅμα δεχομένου τὴν ἐπεισρέουσαν νοτίδα καὶ ἅμ' ἐξεμοῦντος. Πέφυκε γὰρ καὶ ὕδωρ καὶ πνεῦμα τῇ ἀρχῇ συγκινεῖσθαι τὸ πᾶν ἐφεξῆς, ὡς ὅπῃ ποτὲ ῥυῇ τι τούτων λαβὸν ἀρχήν, ἐκεῖσ' ἐξ ἀνάγκης καὶ τὸ λοιπὸν συνεχῶς συμφέρεσθαι, παρ' ἣν αἰτίαν καὶ τῷ συνεχῶς μὲν τὸ ὂν ἀπογίγνεσθαι, συνεχῶς δὲ καὶ τὸ μὴ ὂν προσγίγνεσθαι, τῆς ἰκμάδος μὴ ἐπιλειπούσης, τοὺς μὲν καρποὺς ξυμβαίνει ἐς ὅτι μάλιστα τρέφεσθαι, ὑφίστασθαι δ' ὕδωρ εἰς βάθος μὴ πεφυκέναι. Τοῦτο τὰ πλεῖστα τοὺς κατοικήσαντας ἔσφηλε. Τέως γὰρ τοῦ ποταμοῦ πίνοντες καὶ τὸ μέλλον 597 μὴ προορώμενοι, ἀφροντίστως εἶχον. Ἠγνόουν δὲ ἄρα ὅτι Προμηθεὺς πολλῷ κρείττων Ἐπιμηθέως καὶ τὸ κατ' ἀνάγκην ξυμβαῖνον διωρίαν οὐκ ἔχει βουλῆς.

καʹ. Ὅπως αἱ Τράλλεις ἀνακτισθεῖσαι ὑπὸ τῶν Περσῶν ἑάλωσαν. Οὕτω τοίνυν ἔχουσι καὶ οὕτω χρησταῖς ἀπῃωρημένοις ταῖς ἐλπίσιν, ὡς πολίταις διαφερόντως τοῦ βασιλέως διάξουσιν, ἐφίσταται σφίσι πλῆθος Περσῶν· πρὸς γὰρ τὸ ἐλπιζόμενον ἀντιπράττειν καὶ ὑπὲρ τῶν λοιπῶν ἵστασθαι ἡ σπουδὴ τῶν ἀνθισταμένων ἕρπει. Καὶ Σάλπακις μέν, ὃν ἂν ἡ ἐκείνων γλῶσσα ἀνδρεῖον εἴποι, Μανταχίας τοὔνομα, πολλῷ τινι γαυριῶν πλήθει, τῇ πόλει προσβάλλει καὶ περικάθηται. Ὁ δὲ στρατηγός, ὁ μέγας χαρτουλάριος Λιβαδάριος, ἐν ἀμηχανίαις παντοίαις ἦν· οἱ δ' ἐντὸς ἐλίμωττον καὶ πλέον προσεταλαιπώρουν τῇ λειψυδρίᾳ, ὡς ἐκεῖθεν μὲν καὶ τῶν ἀπηγο ρευμένων ἅπτεσθαι, ἐντεῦθεν δέ, ὕδατι πονοῦντας, ὑγροῦ τινος μηχανὴν ἐκζητεῖν καί, συνεχῶς φλέβας τῶν ἵππων τέμνοντας, τοῦ αἵματος ἐκροφᾶν. Ἀλλ' οὐκ ἦν ἐντεῦθεν τὸ πᾶν τῆς δίψης ἰᾶσθαι, καὶ ἔθνῃσκον ἐπασσύτεροι. Πρὸς γὰρ τὸν λιμὸν καὶ μᾶλλον ἀντεῖχον· ἐπήρκουν γὰρ σφίσι καὶ τὰ τῶν θνῃσκόντων ἀλόγων σώματα, καί γε, αὐτῶν θνῃσκόντων πολλάκις, οὕτως ἐνδεῶς εἶχον τῶν ἀναγκαίων ὡς καὶ αὐτῶν ἅπτεσθαι τῶν ἀπηγορευμένων. Τῇ δέ γε δίψῃ, καὶ μᾶλλον οὔσῃ βιαιοτέρᾳ, οὐκ ἦν ἐπινοῆσαι θεραπείαν, καὶ ταῦτα τὸ μεσημβρινὸν τοῦ ἡλίου φλέγοντος. Ὅθεν καὶ προσεχώρουν ἑκόντες τοῖς πολεμίοις, ἀνεκτότερον ἡγούμενοι θανάτου τρόπον ἅπαντα τοῦ διὰ λιμοῦ τε καὶ δίψης, καί, καγκάνοις προσλιπαροῦντες τοῖς χείλεσιν, ὡς ἐντεῦθεν ἐλέους τύχοιεν, ἐκεντοῦντο καὶ ἔπιπτον ἀκηδεῖς, μηδὲ ταφῆς ἀξιούμενοι. Πέρσαι δὲ καὶ ἔτι τοῖς ἐντὸς