192
ἀντίσχουσινἤλπιζον γὰρ ἀφίξεσθαί ποθεν συμμαχίαν ἢ μὴν ἐπικουρίαν τῆς συμφορᾶςἐπενόουν τὰ χαλεπώτατα, καὶ πελταῖς συχνοὶ τῶν θυρεαφόρων ὑφιζάνοντες ἐκολλῶντο τοῖς τείχεσιν· οἳ δὴ καὶ ὑψόθεν πέτραις βαλλόμενοι, τῶν βολῶν ἠλόγουν· πατάγῳ γὰρ 599 καὶ μόνῳ περιῆν ἐκείνοις τὸ φοβερόν, κάτωθεν ὑπορύσσουσι μοχλοῖς τε καὶ κατασείσταις. Τοῦτο πολλαχοῦ γεγονὸς τοῦ τείχους, ὑπεσπῶντο μὲν θεμέλια, τὸ δέ γ' ἐπικείμενον τῶν κτισμάτων ξύλοις ἑτοίμοις εἰς ἄναψιν ἐπη ρείδετο, καὶ μόνον ἦν πῦρ ἐμβάλλειν ὡς μηδὲ πρὸς ὀλίγον ἀνθέξουσι. Καὶ δὴ πολλάκις ὁμολογίαις τὴν πόλιν παραστήσασθαι βουληθέντες, ὡς καὶ πέμποντες ἠξίουν, καὶ σῴζειν τοὺς περιόντας, οἱ δ' ἀποκρουσθέντες τῶν σφίσι βεβουλευμένων μάχῃ αἱροῦσι καὶ κατασκάπτουσι, καὶ τὴν πρὶν ἐν χρησμοῖς κειμένην περιφανέσι καί γ' ἐλπίσιν ἀπῃωρημένην χρησταῖς εἰς χοῦν καταβάλλουσι, καὶ πλῆθος ἐκεῖνο πᾶν, οὐ ῥᾳδίως ἀριθμητόν, ἔργον μαχαίρας ποιοῦνται. Τοῦτο ξυμβὰν κατόρθωμα δεύτερον Πέρσαις, μετὰ τὸ πρῶτον τὸ κατὰ Νύσσαν, ᾧ δὴ ὁ παρακοιμώμενος Νοστόγγος ἐλλελειμμένος μεγίστοις ἀνιαροῖς τοὺς ἀμφ' αὑτὸν περιέβαλεν, ὥστε, μετὰ τὴν σφῶν ὧν μὲν σφαγήν, ὧν δ' ἅλωσιν, καὶ αὐτὸν ἁλῶναι, μεγάλως πρὸς θάρρος ἐπῇρε, καὶ τὰ τῆς ἀνατολῆς κατέθεον κραταιότερον. Βασιλεὺς δὲ ὁ νέος ηὐλίζετο τέως κατὰ τὸ Νύμφαιον, ἐμπρόθεσμος ὢν ἀπαντᾶν πρὸς τὸν πατέρα μετὰ μικρόν.
κβʹ. Ὅπως ὁ πορφυρογέννητος Κωνσταντῖνος εἰς τὰ κατὰ δύσιν ἀποστέλ λεται. Βασιλεὺς δέ, καὶ τὸν μετὰ τὸν βασιλέα πορφυρογέννητον Κωνσταντῖνον γυμνάζειν οἷον θέλων πρὸς μάχας ἀρεϊκάς, ἄλλως τε δὲ καὶ τῶν Τριβαλλῶν κεκινημένων, ὡς καί τινι Κοτανίτζῃ, ἀποστατήσαντι βασιλέως, τὰ ἐκείνων στρατεύματα ἐγχειρίζεσθαι καὶ μέχρι Σερρῶν δι' αὐτῶν κακοῦσθαι τὴν χώραν, πολλοὺς καὶ μεγάλους ἄρχοντας παραδούς, πρὸς δύσιν ἐκπέμπει· αὐτὸς δέ, τῶν καθ' ἕω κακῶς ἔχειν ἀγγελλομένων, ὅσον περὶ Σάγγαριν ἦν ἔκ γε στομίου καὶ μέχρι Προύσης, ἐξ αὐτῆς ὡς εἶχεν ἐνσκευασθείς, διαπερᾷ τὸν Βόσπορον καὶ πρὸς τοῖς πρόποσι τοῦ τοῦ Ἁγίου Αὐξεντίου 601 βουνοῦ ἐκεῖσέ που κατασκηνοῖ, ἀναμένων καὶ στράτευμα δυτικόν, ἐπὶ ῥητοῖς συλλεγόμενον, ὥστε παρ' ἐκεῖνον ἰέναι συνεκστρατεύσοντα. Καὶ δὴ ἐπεὶ καὶ παρὰ τοῦ Ἰωσήφ, ὃς δὴ εἰς Χηλὴν ἐξώριστο, ἠξιοῦτο ἐφ' ᾧ μετοικίζεσθαιεἶναι γὰρ τὸν τόπον δυσχερῆ χειμεριοῦσιν, ὡς καὶ πείρᾳ γνοὺς ἐμάνθανεν, ἐκεῖσε τὸν χειμῶνα διενεγκών, κἂν εἰ τὸν ἐπιόντα διαγαγεῖν ἀναγκάζοιτο, μὴ ἂν ἀντισχόντα περιεῖναι, πέμψας μετακαλεῖται καί γε παρ' ἑαυτῷ κατεῖχεν ἐν ταῖς σκηναῖς. Καὶ ταῦτα μὲν ἐπράττετο μηνὸς μαιμακτηριῶνος, κἀκεῖνον ἔχων παρ' ἑαυτῷ καὶ πολλάκις τῆς ἡμέρας βλέπων, ὑποποιούμενος περιέθαλπεν, ἡδέως ἀκούων καὶ πολλοῖς ἀνύων δι' ἐκείνου μεσιτεύοντος τὰ αἰτήματα. Ἀπένεμε δέ οἱ καὶ πρὸς τὴν ἐσαῦθις κατοικίαν τὴν τοῦ Κοσμιδίου μονήν. Καὶ διὰ ταῦτα καὶ ὁ γέρων ἠπίως καὶ προσηνῶς προσεφέρετό οἱ, ὥστε καὶ τὸν μὲν βασιλέα χαριεντιζόμενον ἐκεῖνον εἰς τὸ πατριαρχεῖον καλεῖν κἀκεῖνον λέγειν ἕτοιμον εἶναι, εἰ μόνον ἀναλυθείη τὰ γεγονότα. Οὐκ ἦν δὲ ἄρα τότε λύεσθαι ταῦτα· ἀλλὰ καὶ αὖθις νέου γεγονότος πάπα τοῦ Νικολάου, ὁ μὲν κρατῶν καὶ πάλιν τοὺς παρ' ἐκεῖνον ἐλευσομένους ἔπεμπεν, ἀπέστελλε δὲ μετὰ ταῦτα καὶ τὸν τῆς ἐκκλησίας δομέστικον Μανδᾶν, ἢ καὶ Μερκούριον, εἰς τὰ περὶ Ἀκουιλίαν, ἔννοιαν δώσων ἐκείνοις τῷ πάπᾳ εἰ μὴ ποιοῖεν τὰ ἐπεσταλμένα· εἰς τοῦτο γὰρ καὶ ἐκκλησιαστικοῖς χρᾶσθαι πρέσβεσιν. Ὃς καί, περιπεσὼν τοῖς τοῦ ῥηγὸς Καρούλου, ἁλίσκεται· καὶ αὖθις ἀγγελθὲν ὡς πρωτοκῆρυξ τῆς ἐκκλησίας ὁ συσχεθεὶς καὶ προσταχθὲν αὐτίκα παρὰ τοῦ πάπα, τῆς φυλακῆς ἀπολύεται. Καὶ ταῦτα μὲν ὁ κρατῶν ἐποίει, πολὺς ὢν τὰ τῆς φαινομένης ἐκείνης εἰρήνης διασυνι στᾶν. Ὅθεν καὶ χώραν οὐκ εἶχον οἱ τοῦ Ἰωσὴφ πρὸς ἐκεῖνον λόγοι, πλὴν τοῦ φιλικῶς ἔχειν καὶ τὰ εἰς ἀνάπαυσιν ἐκείνῳ προσνέμειν. 603 κγʹ. Ὅπως ὁ Βέκκος γράφων δι' ἣν αἰτίαν καὶ περὶ τῶν δογμάτων ἐκίνει. Τῷ δὲ