192
ἐκκαλούμεθα τῆς γνώσεως ὄμβρους, καὶ τῶν ἐξ αὐτῆς δαψιλῶς τῆς δικαιοσύνης καρπῶν ἀπολαύομεν. Τὸ γὰρ γράμμα τοῦ νόμου, καθάπερ τινὰ Σαούλ, ἢ τὴν ἐκ τοῦ γράμματος γεννωμένην πρόσυλον ἐκδοχὴν τοῖς χοϊκοῖς τὴν διάνοιαν, ὡς τέκνα Σαοὺλ καὶ ἔκγονα, διὰ μέσης τῆς φυσικῆς θεωρίας πρὸς τὸ ὕψος τῆς πνευματικῆς μυσταγωγίας ἀναγαγόντες, πᾶν σωματικὸν τοῦ νόμου καὶ πρόσκαιρον νόημα καί, κυριώτερον εἰπεῖν, χοϊκὸν ἀποκτείνωμεν· εἴπερ καὶ ἡμεῖς μετὰ τοῦ Θεοῦ τὸν Σαοὺλ μεμισήκαμεν, καὶ ἐξουδενώκαμεν αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ, ἤγουν τὸν κατὰ σάρκα προφανῆ τῆς Γραφῆς τρόπον, τουτέστι τὸν Ἰουδαϊσμόν, ἀπωσάμεθα τοῦ μὴ βασιλεύειν πρὸς σαρκὸς δουλείαν τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως.
(14Γ_408> ∆εῖ γὰρ τὸν Σαούλ, ἤγουν τὸν σωματικὸν τοῦ νόμου θεσμόν, μισηθῆναι(57) καὶ ἀπωσθῆναι τῆς βασιλείας, ὡς τὸν Ἀγὰγ βασιλέα Ἀμαλήκ, καὶ τὰ πίονα τῶν ποιμνίων καὶ βουκολίων καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν, τὰ τοῦ θυμοῦ λέγω καὶ τῆς ἐπιθυμίας ὑπεκκαύματα καὶ τὰ ποιητικὰ τῆς τρυφῆς αἴτια, περιποιούμενον καὶ αὐτὸν ζῶντα τὸν Ἀγὰγ πρὸς τὴν γῆν μεταφέροντα τῆς ἐπαγγελίας, τουτέστι τὸν μόσχον, ἤγουν τὸ χοϊκὸν φρόνημα τῆς σαρκὸς εἰς τὸν τῆς θείας ἐπιγνώσεως τόπον, λέγω δὴ τὴν καρδίαν. 'Μόσχος' γὰρ ὁ Ἀγὰγ ἑρμηνεύεται, μόσχος ἐκεῖνος τυχόν, ὃν ὁ μῶρος καὶ ἀσύνετος Ἰσραὴλ(58) κατὰ τὴν ἔρημον χωνεύσας ἐθεοποίησε καὶ τῆς θείας θεραπείας τὴν ἡδονὴν τῆς γαστρὸς προετίμησεν· ὅντινα μόσχον Μωυσῆς ἀφανίζει καὶ Σαμουήλ, ὁ μὲν λεαίνων καὶ διασπείρων ὑπὸ τὸ ὕδωρ, ὁ δὲ μαχαίρᾳ πνευματικῇ κατασφάττων, τουτέστιν ἡ ζῶσα καὶ ἐνεργὴς τοῦ ἁγίου βαπτίσματος χάριςτοῦτο γὰρ Μωυσῆςκαὶ ἡ διὰ τῶν ἐντολῶν ὑπακοὴ τοῦ Θεοῦτοῦτο γὰρ Σαμουήλ· Μωυσῆς γὰρ 'ὕδωρ' ἑρμηνεύεται 'σπαῖρον' καὶ Σαμουὴλ 'ὑπακοὴ Θεοῦ,' ὅπερ ἐστὶ πίστις ἀληθὴς καὶ βίος ὁ ἔνθεος.
Οὐκοῦν τὸ κράτος τῆς ἁμαρτίας, ἤγουν τὸ φρόνημα τῆς σαρκός, ἡ χάρις ἀφανίζειν πέφυκε τοῦ ἁγίου βαπτίσματος καὶ ἡ κατ᾽ ἐνέργειαν ὑπακοὴ τῶν θείων ἐντολῶν ἀποκτέννειν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ἤγουν τῷ ῥήματι τῆς θείας ἐν πνεύματι γνώσεως, βοῶσα μυστικῶς πρὸς τὸ πάθος τῆς ἁμαρτίας, ὡς ὁ μέγας πρὸς τὸν Ἀγὰγ Σαμουήλ· «καθὼς ἠτέκνωσε γυναῖκας ἡ μάχαιρά σου, ἀτεκνωθήσεται σήμερον ἐκ γυναικῶν ἡ μήτηρ σου». Πολλὰς γὰρ τὸ πάθος τῆς γαστριμαργίας, ὡς ἐν μαχαίρᾳ, τῷ λείῳ τῆς ἡδονῆς λογισμῷ ἠτέκνωσεν ἀρετάς· τῆς μὲν γὰρ σωφροσύνης διὰ τῆς ἀκρασίας ἀποκτέννει τὰ σπέρματα, τῆς δικαιοσύνης (14Γ_410> δὲ διὰ τῆς πλεονεξίας διαφθείρει τὴν ἰσονομίαν, τῆς φιλανθρωπίας δὲ διὰ τῆς φιλαυτίας τὴν ἐκ φύσεως διατέμνει συνέχειαν, καὶ συντόμως εἰπεῖν(59), πάντων τῶν κατ᾽ ἀρετὴν γεννημάτων ἀναιρετικόν ἐστι τῆς γαστριμαργίας τὸ πάθος. Τοῦτο δὲ μόνη, καθὼς ἔφην, ἀναιρεῖ τὸ πάθος ἥ τε τοῦ βαπτίσματος χάρις καὶ ἡ καθ᾽ ὑπακοὴν Θεοῦ τῶν ἐντολῶν ἀγωγή.
Τὸν οὖν τούτου τοῦ πάθους περιποιητικὸν ἐν γράμματι νόμον μεταμελεῖται χρίσας εἰς βασιλέα τοῦ Ἰσραὴλ ὁ Θεὸς καὶ μεταφέρει τὸ κράτος τῆς βασιλείας καὶ δίδωσι τῷ ∆αβίδ, τῷ εὐαγγελικῷ δηλαδὴ καὶ πνευματικῷ νόμῳ, τουτέστι τῷ υἱῷ Ἰεσσαί· ἑρμηνεύεται δὲ Ἰεσσαὶ 'Θεοῦ ποίησις'. Οὐκοῦν τὸ ἅγιον Εὐαγγέλιον γέννημα τυγχάνει τῆς ποιήσεως, ἤγουν τῆς τοῦ Θεοῦ διὰ σαρκὸς αὐτουργίας, τῆς ἐχούσης εἰς τοὺς ἀπείρους αἰῶνας τὴν βασιλείαν, καθ᾽ ἣν ἔχομεν τὴν ἀγαλλίασιν ἀκατάλυτον καὶ τὴν εὐφροσύνην, ὡς ἡμέραν οὖσαν ἀνέσπερον καὶ ἀτελεύτητον. Φησὶ γάρ· «αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ἡμέραν λέγων τὴν εὐαγγελικὴν χάριν ἢ τὸ μυστήριον αὐτὸ τοῦ ταύτην ποιησαμένου τὴν χάριν, ἐν ᾧ βούλεται πάντας ἡμᾶς, κατὰ τὸν θεῖον Ἀπόστολον, «ὡς ἐν ἡμέρᾳ γνώσεως καὶ ἀληθείας εὐσχημόνως περιπατεῖν». Ἡμέρα γὰρ ἀϊδίου φωτός ἐστιν ὁ Χριστός, ἐν ᾧ δεῖ πάντας τοὺς αὐτῷ πεπιστευκότας διὰ τῆς τῶν ἀρετῶν εὐσχημοσύνης καλῶς πολιτεύεσθαι. Οὗτος γάρ ἐστιν ὁ πεποιημένος ἄνευ σπορᾶς ὑπὸ